Δοξαστικὸν τῶν αἴνων
Σαββάτου τῆς Ε΄ ἐβδομάδος τῶν Νηστειῶν.
Μέλος Πέτρου Λαμπαδαρίου τοῦ Πελοποννησίου 1730-1777.
Ψάλλει ὁ Στυλιανὸς Κοντακιώτης
"Γλῶσσαν ἣν οὐκ ἔγνω, ἤκουσεν ἡ Θεοτόκος· ἐλάλει γὰρ πρὸς αὐτὴν ὁ Ἀρχάγγελος, τοῦ εὐαγγελισμοῦ τὰ ῥήματα· ὅθεν πιστῶς δεξαμένη τὸν ἀσπασμόν, συνέλαβέ σε τὸν προαιώνιον Θεόν· διὸ καὶ ἡμεῖς ἀγαλλόμενοι βοῶμέν σοι· ὁ ἐξ αὐτῆς σαρκωθεὶς ἀτρέπτως Θεός, εἰρήνην τῷ Κόσμῳ δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος."
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου