Σάββατο 21 Σεπτεμβρίου 2013

Ακολουθία Αγίου Πλάτωνος 21 Σεπτεμβρίου



ΠΛΑΤΩΝ ΑΪΒΑΖΙΔΗΣ 
ΠΡΩΤΟΣΥΓΚΕΛΛΟΣ ΑΜΑΣΕΙΑΣ ΠΟΝΤΟΥ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ 

ΑΚΟΛΟΥΘΙΑ
(Χαραλάμπου Μπούσια)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στιχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. 

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Αἵ τῶν Πατμίων χορεῖαι συναθροιζόμεναι, ἐν τῷ σεπτῷ ναῷ σου, ἱερόαθλε Πλάτων, τὴν μνήμην σὺ τιμῶμεν τὴν ἱεράν, καὶ γηθόμεναι κράζομεν· χαίροις Μαρτύρων ἀπαύγασμα νευαγῶν, καὶ ἡμῶν τῆς νήσου καύχημα.

Τὸν ἐν ἐσχάτοις τοῖς χρόνοις λαμπρῶς ἀθλήσαντα, ὑπὲρ Χριστοῦ νομίμως, πρωτοσύγκελλον θεῖον, ἐν Πόντῳ Ἀμασείας καὶ κορυφήν, ἱερέων τιμήσωμεν, ἀναβοῶντες· Κυρίου ἀμνὲ σεπτέ, χαίροις Πλάτων τρισμακάριστε.

Ἐχθρῶν Σταυροῦ τοῦ Κυρίου τὴν μῆνιν ἔσυρας, ὡς ποδηγέτης σώφρων, εὐσεβῶν ὑποδούλων, καὶ θεῖος συνεργάτης τοῦ Γερμανοῦ, Αμασείας κοσμήτορος, διὸ ἀγχόνη παρέδωκαν ἰταμῶς, Πλάτων θεῖε σὲ οἱ βάρβαροι.

Σὺν τοῖς προκρίτοις Σαμψοῦντος εἱρκτῇ νεόαθλε, παμμάκαρ ἐνεκλείσθης, και κολάσεις πανδείνους, ὑπέμεινες ἀπαύστως ὁμολογῶν, Ιησοῦν ἡμῶν πίστεως, τελειωτὴν καὶ ὑπέρλαμπρον ἀρχηγόν, Πλάτων Μάρτυς θεοείκελε.

Δόξα. Ἦχος β΄.

Θυηπόλος πανευλαβὴς γενόμενος, τῆς τοῦ Χριστοῦ ἁγιωτάτης Ἐκκλησίας, θυσίαν σεαυτὸν προσήνεγκας, καὶ λογικὸν ἱερεῖον, ἐν τῷ βωμῷ τῆς πίστεως, Πλάτων ἔνδοξε· διό σε πάντες ὡς στεφανίτην δοξάζοντες, καὶ τῶν πάλαι ἀθλητῶν ἰσοστάσιον, τὰς θερμὰς εὐχάς σου ἐξαιτούμεθα πρὸς Κύριον, Ὅν ἐν βάθους καρδίας παιδιόθεν ἠγάπησας.

Καὶ νῦν. Τῆς ἑορτῆς,Ἦχος β΄.

Σύ μου σκέπη κραταιά, ὑπάρχεις ὁ τριμερὴς Σταυρὸς τοῦ Χριστοῦ, ἁγίασόν με τῇ δυνάμει σου, ἵνα πίστει καὶ πόθῳ, προσκυνῶ καὶ δοξάζω Σε.
Ἀπόστιχα. 
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ἄστρον νεοφεγγές, Χριστοῦ τῆς Ἐκκλησίας, γιγνώσκομέν σε Πλάτων, αὐγαῖς σῆς εὐψυχίας, φωτίζον πλάτη κτίσεως.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Πρῶτος τῶν λευϊτῶν, ἐπώμφθης Ἀμασείας, καὶ πρώταρχος ἀγώνων, διὰ Χριστοῦ τὴν πίστιν, γενναῖε Πλάτων ἔνδοξε.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Γάνυται καὶ σκιρτᾶ, ἡ νῆσος Πάτμος Πλάτων, ἡ ἐκβλαστήσασά σε, τιμῶσά σου τὴν μνήμην, την ἱερὰν νεόαθλε.

Δόξα. Τριαδικόν.

Αἴνεσιν εὐλαβῶς, προσάγων σοι ὁ Πλάτων, Τριὰς ὑπεραγία, στυγνῶς ἀπῃωρήθη, ἐν τοῖς ἐσχάτοις ἔτεσι.

Καὶ νῦν. Θεοτοκίον.

Μέλαθρον ἱερόν, τοῦ πάντων Βασιλέως, καὶ δόξης θρόνε θεῖε, Παντάνασσα ἐκ βλάβης, τοὺς Σοὶς οἰκέτας λύτρωσαι.

Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς 

Προσόμοια. 
Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.

Φιλεόρτων συστήματα, συνελθόντα τιμήσωμεν, μνήμην την πανίερον θείου Πλάτωνος, τοῦ Νεομάρτυρος σήμερον, τοῦ ἄγαν ἀλκίφρονος, ἱερέως καὶ λαμπροῦ, τροπαιούχου μὴ πτήξαντος, δολιότητα, καὶ θρασύτητα Ἄγαρ τῶν ἐκγόνων τῶν βαρβάρων καὶ παγκάκων, ἐν τοῖς ἐσχάτοις τοῖς ἔτεσι.

Τῶν Πατμίων οἱ σύλλογοι, εὐλαβῶς νῦν προσδράμωμεν, εν χερσὶ βαστάζοντες ἄνθη εὔοσμα, ἐγκωμιᾶσαι τὸν Πλάτωνα, ναὸν εἰς νεόδμητον, καὶ πανίερον αὐτοῦ, μελιῤῥύτοις ἐν ἄσμασιν, ἀνακράζοντες· χαίροις ταύτης τῆς νήσου θεῖε γόνε, ὁ ἀρτίως Ἐκκλησίαν, Χριστοῦ κοσμήσας τὴν πάνσεπτον.

Ἱερόαθλε Ἅγιε, εὐσεβῶς ἀνυμνοῦμέν σε, Πλάτων τρισμακάριστε ὡς νεόδρεπτον, κρίνον Χριστοῦ θείας πίστεως, ὀδμαῖς γενναιότητος, τὸ μυρίσαν ἀληθῶς, πᾶσαν κτίσιν καὶ σπεύδομεν, ταῖς πρεσβείαις σου, ταῖς θερμαῖς οἱ τὸ πέλαγος τοῦ βίου, διαπλεῦσαι νῦν ποθοῦντες, εἰρηνικῶς παναοίδιμε.

Ἰσμαὴλ τὴν αὐθάδειαν, Πλάτων Μάρτυς πανάριστε, σταθερῶς καθεῖλες καὶ τοῦ Παντάνακτος, Θεοῦ δυνάμει ἐνίκησας, τὴν πλάνην τοῦ ὄφεως, καὶ συνέτριψας αὐτοῦ, τὴν ἰσχὺν μαρτυρίου σου, πόνοις Ἅγιε· διὰ τοῦτο καὶ τὴν ἀειφεγγῆ σου, ἑορτάζοντες νῦν μνήμην, Χριστὸν ἀπαύστως δοξάζομεν.

Ἱερέων εὐπρέπεια, Ἀμασείας ὡράϊσμα, καὶ σεπτῶν Μαρτύρων κανὼν εὐθύτατε, ἐν φυλακῇ κακουχούμενος, ψυχῆς σου ἐπέδειξας, τὸ ἀνδρεῖον καὶ λαοῦ, ἀνεπτέρους τὸ φρόνημα, εὐσεβόφρονος, διὰ πίστιν προσμένοντος ἀγχόνην, Ἀθλοφόρε στεφανῖτα, παμμάκαρ Πλάτων ἀοίδιμε.

Τῶν Ποντίων πολύπαθον, χθόνα Πλάτων ἡγίασας, τὴν ἁγιοτόκον καὶ φιλομάρτυρα, τῇ σθεναρᾷ ἐναθλήσει σου, ἀρτίως ὁμόζηλος, πεφηνὼς πανευκλεῶν, Ἀθλητῶν καὶ ἡγούμενος, ὁμηγύρεως, εὐσεβῶν τῆς Σαμψοῦντος καταδίκων, δι’ ἀγάπην τοῦ Κυρίου, καὶ Ποιητοῦ πάσης κτίσεως.

Δόξα. Ἦχος πλ. β΄.

Δεῦτε φιλομάρτυρες πάντες ᾀσματικῶς τιμήσωμεν, τὸν σεμνὸν Χριστοῦ ἱερέα, τὸν ἐν ἐσχάτοις χρόνοις, ὁμότροπον τῶν πάλαι κλεινῶν Μαρτύρων ὀφθέντα, Πλάτωνα τὸν ἀοίδιμον· οὗτος γὰρ διαπρέπων, καθαρότητι βίου καὶ ἀνδρείᾳ, τὸ ἐπὶ τῆς γῆς θυσιαστήριον ἀφῆκεν, ἵνα κερδήσῃ τὸ ἐπουράνιον, καὶ σὺν Ἀγγέλοις ὑμνῇ ἀπαύστως τὸν Κύριον· διὸ καὶ ἐπιτυχὼν τῶν ἐφετῶν τοῦ ἀκροτάτου, ἀεὶ Χριστὸν ἱκετεύει, ὑπὲρ τῶν ὑπὸ ζυγὸν δουλείας εὑρισκομένων Ὀρθοδόξων, καὶ τῶν εὐλαβῶς τελούντων, αὐτοῦ τὸ μνημόσυνον.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος πλ. β΄.

Δεῦτε ἅπαντα τὰ ἔθνη, τὸ εὐλογημένον ξύλον προσκυνήσωμεν, δι᾿ οὗ γέγονεν ἡ αἰώνιος δικαιοσύνη· τὸν γὰρ Προπάτορα Ἀδάμ, ὁ ἀπατήσας ἐν ξύλῳ, τῷ Σταυρῷ δελεάζεται· καὶ πίστει κατενεχθεὶς πτῶμα ἐξαίσιον, ὁ τυραννίδι κρατήσας τοῦ βασιλείου πλάσματος, Αἵματι Θεοῦ, ὁ ἰὸς τοῦ ὄφεως ἀποπλύνεται· καὶ κατάρα λέλυται, καταδίκης δικαίας, ἀδίκῳ δίκῃ τοῦ δικαίου κατακριθέντος· ξύλῳ γὰρ ἔδει τὸ ξύλον ἰάσασθαι, καὶ πάθει τοῦ ἀπαθοῦς, τὰ ἐν ξύλῳ λῦσαι πάθη τοῦ κατακρίτου. Ἀλλὰ δόξα Χριστὲ Βασιλεῦ, τῇ περὶ ἡμᾶς σου φρικτῇ oικονομίᾳ δι᾿ ἧς ἔσωσας πάντας, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Ἐκκλησιαστοῦ τὸ Ἀνάγνωσμα (κεφ. ια΄, 4-10)

Τηρῶν ἄνεμον οὐ σπερεῖ καὶ βλέπων ἐν ταῖς νεφέλαις οὐ θερίσει. Ἐν οἷς οὔκ ἐστι γινώσκων τὶς ἡ ὁδὸς τοῦ πνεύματος. Ὡς ὀστᾶ ἐν γαστρὶ κυοφορούσης, οὕτως οὐ γνώσῃ τὰ ποιήματα τοῦ Θεοῦ, ὅσα ποιήσει σὺν τὰ πάντα. Ἐν τῷ πρωὶ σπεῖρον τὸ σπέρμα σου καὶ εις ἑσπέρα μὴ ἀφέτω ἡ χείρ σου ὅτι οὐ γινώσκεις ποῖον στοιχήσει, ἤ τοῦτο ἤ τοῦτο καὶ ἐὰν τὰ δύο ἐπὶ τὸ αὐτὸ ἀγαθά. Καὶ γλυκὺ τὸ φῶς καὶ ἀγαθὸν τοῖς ὀφθαλμοῖς τοῦ βλέπειν σὺν τὸν ἥλιον ὅτι καὶ ἐὰν ἔτη πολλὰ ζήσεται ὁ ἄνθρωπος, ἐν πᾶσιν αὐτοῖς εὐφρανθήσεται καὶ μνησθήσεται τὰς ἡμέρας τοῦ σκότους, ὅτι πολλαὶ ἔσονται· πᾶν τὸν ἐρχόμενον ματαιότης. Εὐφραίνου νεανίσκε, ἐν νεότητί σου καὶ ἀγαθυνάτω σε ἡ καρδία σου ἐν ἡμέραις νεότητος σου καὶ περιπάτει ἐν ὁδοῖς καρδίας σου ἄμωμος καὶ μὴ ἐν ὁράσει ὀφθαλμῶν σου καὶ γνῶθι ὅτι ἐπὶ πᾶσι τούτοις ἄξει σὲ ὁ Θεὸς ἐν κρίσει. Καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου, ὅτι ἡ νεότης καὶ ἡ ἄνοια ματαιότης.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (κέφ. γ΄, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὀψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὐρεν αὐτοὺς ἄξιους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰώνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι΄ 32-ια΄ 12)

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήση με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Λιτή.
 Ἦχος α΄.

Θύτης ὑπάρχων ἱερώτατος, καὶ ὑπουργὸς τῶν τοῦ Θεοῦ μυστηρίων, σεαυτὸν προσήγαγες τῷ Κυρίῳ ἱερεῖον ἄμωμον, καὶ λογικὸν θῦμα Πλάτων πανσέβαστε· καὶ νῦν τὰ ἄνω οἰκῶν ἀνακτόρια, καὶ τῷ Βασιλεῖ τῶν ἁπάντων συμβασιλεύων, πρέσβευε Αὐτῷ ὑπὲρ τῶν ἐν ὕμνοις εὐήχοις τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν. 

Ἦχος β΄.

Τὴν ἰοβόλον κεφαλὴν τοῦ πονηροῦ Ἰσμαὴλ κατέαξας, καὶ τὴν δύναμιν αὐτοῦ συνέτριψας, Πλάτων Νεομάρτυς ἱερώτατε, Ἀμασείας τοῦ Πόντου ὄλβε πολύτιμε· Χριστοῦ γὰρ τὴν πίστιν φυλάξας, ὡς θησαυρὸν ἀδαπάνητον, καὶ ταμεῖον χάριτος ἄχρι τέλους, χάριν ὑπὲρ Αὐτοῦ ἀθλῆσαι εἴληφας, καὶ πρεσβευτὴς ἡμῶν γέγονας θερμότατος.
Ἦχος γ΄.

Σὲ τὸν εὐλαβέστατον λευΐτην, καὶ ἄκακον λειτουργὸν τοῦ Ὑψίστου, τὸν νομίμως ἐπ’ ἐσχάτων ἀθλήσαντα, καὶ στεφανωθέντα ἀξίως, οἱ τῶν Ὀρθοδόξων δῆμοι μεγαλύνομεν κράζοντες· Πλάτων Ἱερομάρτυς ἀξιοθαύμαστε, ὁ τοῦ ἰδίου σώματος μὴ φεισάμενος, ἀλλ’ ἑαυτὸν παραδοὺς εἰς τὴν ἀγχόνην, φάνηθι ἀρωγὸς τῶν τιμώντων σε, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

Ἦχος δ΄.

Τὸ γένος τῶν Ὀρθοδόξων, ἐξ ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν τῆς πίστεως, ἀσινεῖς φύλαττε πρεσβείαις σου πρὸς Κύριον, Ἱερομάρτυς Πλάτων εὔψυχε· ἔχεις γὰρ πολλὴν παῤῥησίαν ὡς Ἱερεὺς καὶ Μάρτυς, ἐκδυσωπεῖν τὸν Κύριον, καταστρέψαι τὰ βέλη τοῦ ἀντιχρίστου, τὰ καθ’ ἡμῶν δολίως κινούμενα.

Δόξα. Ὁ αὐτός.

Δεῦτε πιστοὶ ἐγκωμίων ἄνθη προσκομίζοντες, τιμήσωμεν πρεπόντως, Πλάτωνος τοῦ νέου Ἱερομάρτυρος τὴν μνήμην, οὗτος γὰρ Ἀγαρηνῶν τυὸ θράσος κατέβαλε, καὶ στεφάνους δόξης ἀμαράντους, οὐρανόθεν ἐδέξατο ὁ ἀοίδιμος· αὐτὸν οὖν καὶ ἡμεῖς ἐκθύμως ὑμνοῦντες, πρεσβευτὴν θερμότατον πρὸς τὸν Δεσπότην, προβαλλόμεθα καὶ μεσίτην ἀνύστακτον.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.

Τοῦ τιμίου Σταυροῦ Χριστὲ τὴν ἐνέργειαν, προδιατυπώσας Μωϋσῆς, ἐτροπώσατο τὸν ἐναντίον Ἀμαλήκ, ἐν τῇ ἐρήμῳ Σινᾷ· ὅτε γὰρ ἐφήπλου τὰς χεῖρας, Σταυροῦ τὸν τύπον ποιῶν, ἐνίσχυεν ὁ λαός· νυνὶ τῶν πραγμάτων ἡ ἔκβασις εἰς ἡμᾶς πεπλήρωται. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ δαίμονες φυγαδεύονται. Σήμερον ἡ κτίσις πᾶσα ἐκ τῆς φθορᾶς ἠλευθέρωται· πάντα γὰρ διὰ Σταυροῦ, ἐπέλαμψεν ἡμῖν τὰ χαρίσματα· διὸ γηθόμενοι πάντες, προσπίπτομέν σοι, λέγοντες· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε δόξα Σοι.
Εἰς τὸν στίχον. 
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, Ἱερομάρτυς σεπτέ, ὁ νεωστὶ ζηλώσας δόξαν καὶ εὔκλειαν, τῶν πάλαι λαμπρῶν Μαρτύρων, καὶ ἀπηνῶς ὑψωθείς, εἰς ἀγχόνην Πλάτων, καρτερόψυχε, Χριστοῦ δι’ ἀγάπησιν, ὅθεν θεῖον ὡς σφάγιον, καὶ ἱερεῖον, λογικὸν προσενήνεξαι, τῷ Παντάνακτι, γενναιόφρον νεόαθλε, φέρων οὖν στέφος ἄφθαρτον, ἀρίστου ἀθλήσεως, εἰσῆλθες εἰς τὰ σκηνώσεις, τῶν οὐρανῶν ἔνθα Κύριον, χαρὰν ἱκετεύεις, τοῖς τιμῶσί σου τὴν μνήμην, πιστῶς δωρήσασθαι.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίροις, τῆς νήσου Πάτμου βλαστός, τῆς Ἀμασείας ὁ σεμνὸς Πρωτοσύγκελλος, τὸ κλέος τῶν ἱερέων, καὶ λαμπηδὼν παμφαής, Ἱερομαρτύρων Πλάτων ἔνδοξε, Χριστοῦ γὰρ τὰ στίγματα, ἐν ἰδίῳ σου σώματι, βαστάζων τρίβοις, ταῖς Αὐτοῦ ἠκολούθησας, καῖ αγῶνά σου, ἐν ἀγχόνῃ ἐτέλεσας, ὅθεν φαιδρῶς σε ῥαίνοντες, λευῖτα στεῤῥόψυχε, μύροις ἀσμάτων καὶ ὕμνων, θεοπρεπῶς ἀνακράζομεν, Χριστὸν ἐκδυσώπει, παρασχεῖν τοῖς σὲ τιμῶσι, τὸ μέγα ἔλεος.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Χαίροις, ὁ πλάνων Ἀγαρηνῶν, κινήσας μῆνιν ἐν ἐσχάτοις τοῖς ἔτεσι, καὶ σὺν τῷ Σαμψοῦντος δήμῳ, τῷ εὐσεβεῖ φυλακήν, ὑπομείνας Πλάτων θεοδόξαστε, ἀγχόνην καὶ θάνατον, διὰ πίστιν Ὀρθόδοξον, ἡμῶν τὴν θείαν, ὅθεν πάντες σὲ μέλποντες, τὰς ἀόκνους σου, προσευχὰς ἐξαιτούμεθα, μάκαρ πρὸς τὸν οὐράνιον, Πατέρα καὶ Κύριον, ἡμῶν ὡς ἄν επομβρίση, πιστοῖς σωτήρια νάματα, καὶ ἄρση καρδίας, τὰς ἡμῶν κεχερσωμένας, ἀρότρῳ πίστεως.
Δόξα. Ἦχος πλ. δ΄.

Τὸν μὴ πτοηθέντα βασάνους καὶ θάνατον, ἀλλὰ τὴν μεγαλοπρέπειαν τῆς δόξης Κυρίου κηρύξαντα ἐνώπιον τῶν στυγνῶν τῆς Ἄγαρ ἐκγόνων, Πλάτωνα τὸν ἱερόαθλον τιμήσωμεν λέγοντες· Μάρτυς ἀξιάγαστε, τῆς Ἀμασείας εὐωδέστατον κρίνον, μὴ παύση ἐποπτεύων ὑψόθεν, τοὺς διωκομένους ἕνεκα Χριστοῦ ἀγάπης καὶ τοὺς πιστῶς ἀνευφημοῦντας τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.

Ὃν περ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ, τὸν Ἀμαλὴκ καταβαλὼν ἐτροπώσατο· καὶ Δαυΐδ ὁ μελῳδός, ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρόν σου, Χριστὲ ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦντες χείλεσιν ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι ἐν αὐτῷ, ἀνυμνοῦντες βοῶμέν σοι· Κύριε σὺν τῷ Ληστῇ τῆς βασιλείας Σου ἀξίωσον ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. 
 Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον

Ὑπ’ ἀνόμων τῆς Ἄγαρ υἱῶν σκαιότατα, ἀπηωρήθης ἐσχάτως, διὰ τὴν πίστιν Χριστοῦ, Ἀμασείας Πρωτοσύγκελλε στεῤῥόψυχε, Πλάτων ὀφθεὶς ὑπογραμμός, πολιτείας ἀκραιφνοῦς, καὶ γνώμων εὐθὺς ἀνδρείας· διὸ σὲ πάντες τιμῶντες, τὰς σὰς θερμὰς εὐχὰς αἰτούμεθα.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α΄.

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

ΟΡΘΡΟΣ

Μετὰ τὴν α' Στιχολογίαν
 Κάθισμα Ἦχος α'.

Μιμούμενος Χριστόν, ἑκουσίως παθόντα, ἀμνὸς ὡς σιωπῶν, τῷ κεροῦντι προσήχθης, σεμνὲ Πρωτοσύγκελλε, Ἀμασείας ὡράϊσμα, Πλάτων ἔνδοξε, καὶ αἰωρούμενος βρόγχῳ, ἰκριώματος, ψυχῆς ἀνέτεινας χεῖρας, πρὸς Κτίστην καὶ Κύριον.

Δόξα. Καὶ νῦν. Ὁ αὐτός. Τοῦ λίθου σφραγισθέντος.

Τοῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν Φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης ἡ ζωὴ τῶν ἁπάντων· Παράδεισον ἠνέῳξας Σωτήρ, τῷ πίστει προσελθόντι σοι Ληστῇ· καὶ τρυφῆς κατηξιώθη, ὁμολογῶν σοι, Μνήσθητί μου Κύριε. Δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας· Ἡμάρτομεν, πάντες τῇ εὐσπλαγχνίᾳ σου, μὴ ὑπερίδῃς ἡμᾶς.

Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα. 
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ἱερέων κόσμημα, καὶ Ἀθλοφόρων, νευαγῶν εὐπρέπεια, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, βολαῖς ἀδρείαις σου ηὔγασας, διό σε Πλάτων, τιμῶμεν γηθόμενοι.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος πλ. β'

Μόνον ἐπάγη τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθη τοῦ θανάτου Κύριε· ὃν γὰρ κατέπιε πόθῳ ᾍδης, ἀπήμεσε τρόμῳ· ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε, καὶ δοξολογοῦμέν σε, Υἱὲ Θεοῦ, ἐλέησον ἡμᾶς.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα.
 Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὸν Νεομάρτυρα, Χριστοῦ τιμήσωμεν, τὸν ὑπομείναντα, εἱρκτὴν καὶ θάνατον, ἐν τοῖς ἐσχάτοις καρτερῶς τοῖς ἔτεσι δι’ ἀγχόνης, Ἀμασείας κλέϊσμα, καὶ φωστῆρα νεόφωτον, Πλάτωνα τὸν ἔνδοξον ἱερέων ἀμάρυγμα, κραυγάζοντες φωνῇ στεντορείᾳ· Χαίροις σεπτὲ Ἱερομάρτυε.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος πλ. δ'. Τὸ προσταχθέν.

Προδιετύπου μυστικῶς πάλαι τῷ χρόνῳ, ὁ Ἰησοῦς ὁ τοῦ Ναυῆ, Σταυροῦ τὸν τύπον, ὡς τὰς χεῖρας ἐξέτεινε σταυροφανῶς Σωτήρ μου· καὶ ἔστη ὁ ἥλιος ἕως ἐχθρούς, ἀνεῖλεν, ἀνθισταμένους σοι τῷ Θεῷ· νῦν δὲ οὗτος ἐσκότισται, ἐπὶ Σταυροῦ σε ὁρῶν, θανάτου κράτος λύοντα, καὶ τὸν ᾍδην σκυλεύοντα.

Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.
Προκείμενον. Ἦχος δ': 

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Τὸ Εὐαγγέλιον. (Ἰωάν. ι΄, 7-16)
Ὁ Ν'
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον...
 
Ἰδιόμελον. Ἦχος πλ. β'. 

Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἰσχὺν οὐρανόθεν ἐνδυσάμενος, ὡς πάλαι Δαβὶδ ὁ προφητάναξ, οὐχ ὅπλοις κατέβαλες τὸν γίγαντα Ἰσμαὴλ τὸν μισόθεον, ἀλλ’ ἐν σφενδόνῃ παῤῥησίας σου γενναιόφρονος Πλάτων ἔνδοξε· ὑπέρμαχος οὖν ὀφθεὶς τῆς τοῦ Χριστοῦ πίστεως, καὶ ὑπὲρ αὐτῆς ὑπομείνας εἰς τέλος ἀγχόνην ἐπονείδιστον, εἰς πόλον ἀνῆλθες, εἰς ὅν καὶ ἡμᾶς Χριστῷ πρεσβεύεις, ἀνελθεῖν τοὺς σὲ γεραίροντας.

Ὁ Κανὼν τοῦ Σταυροῦ, ὃς τὴνδε τὴν ἀκροστιχίδα φέρει: Σταυρῷ πεποιθώς, ὕμνον ἐξερεύγομαι. Ποίημα τοῦ Κυρίου Κοσμᾶ.

ᾨδὴ α' Ἦχος πλ. δ' Ὁ Εἱρμός. Σταυρὸν χαράξας Μωσῆς.

Τὸν τύπον πάλαι Μωσῆς, τοῦ ἀχράντου πάθους, ἐν ἑαυτῷ προέφηνε, τῶν ἱερῶν μεσούμενος, Σταυρῷ δὲ σχηματισθείς, τεταμέναις τρόπαιον, παλάμαις ἤγειρε, τὸ κράτος διολέσας, Ἀμαλὴκ τοῦ πανώλους· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Ἀνέθηκε Μωϋσῆς, ἐπὶ στήλης ἄκος, φθοροποιοῦ λυτήριον, καὶ ἰοβόλου δήγματος· καὶ ξύλῳ τύπῳ Σταυροῦ, τὸν πρὸς γῆν συρόμενον, ὄφιν προσέδησεν, ἐγκάρσιον ἐν τούτῳ, θριαμβεύσας τὸ πῆμα· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Ὑπέδειξεν οὐρανός, τοῦ Σταυροῦ τὸ τρόπαιον, τῷ εὐσεβείας κράτορι, καὶ Βασιλεῖ θεόφρονι, ἐχθρῶν ἐν ᾧ δυσμενῶν, κατεβλήθη φρύαγμα· ἀπάτη ἀνετράπη δέ· καὶ πίστις ἐφηπλώθη, γῆς τοῖς πέρασι θεία· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς
Πλάτωνα νέον Ἱερομάρτυρα, ὕμνοις ᾄδω. Χ.
ᾨδὴ α΄. Ἦχος δ΄. Εἱρμός. Ἀνοίξω τὸ στομα μου.

Πανάλκιμον Μάρτυρα, τῆς ἐπὶ γῆς Ἐκκλησίας Σου, Χριστὲ πολυεύσπλαγχνε, ἀξίωσόν με φαιδροῖς, μέλψαι ᾄσμασιν, ὡς θεῖον ἱερεῖον, καὶ σφάγιον ἄμωμον, Πλάτωνα εὔψυχον.

Λαμπὰς Πλάτων ἔνδοξε, ἀειφεγγὴς ὁσιότητος, ἐν ἔτεσι θλίψεων, καὶ συμφορῶν τον λαόν, τον χριστώνυμον, κατηύγασας Ποντίων, μεθ’ οὗ καὶ συνέπαθες, καρτερικώτατα.

Ἀγλάϊσμα πίστεως, καὶ Νεομάρτυς τρισόλβιε, ἐκ Πάτμου ἀνέτειλας, τῆς ἱερᾶς τηλαυγῶς, Πλάτων πάγκαλε, τῆς νῦν ἐγκαυχωμένης, σπαργάνοις τοῖς θείοις σου, καὶ παῤῥησία σου.
Θεοτοκίον.

Τὰς θλίψεις ἀπέλασον, τῶν Σὲ τιμώντων Μητρόθεε, μακρὰν καὶ τὸ φρύαγμα, στυγνῶν τῆς Ἄγαρ υἱῶν, ὅπλῳ σύντριψον, θερμῶν ἱκεσιῶν Σου, καὶ σθένει Παντάνασσα, χάριτος θείας Σου.

Καταβασία

Σταυρὸν χαράξας Μωσῆς, ἐπ᾿ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι κροτήσας ἥνωσεν· ἐπ᾿εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

ᾨδὴ γ'. Τοῦ Σταυροῦ. Ὁ Εἱρμός
Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου.

Ὡς ἐπαφῆκε ῥαπιζομένη ὕδωρ ἀκρότομος, ἀπειθοῦντι λαῷ, καὶ σκληροκαρδίῳ, τῆς θεοκλήτου ἐδήλου, Ἐκκλησίας τὸ μυστήριον, ἧς ὁ Σταυρός, τὸ κράτος καὶ στερέωμα.
 
Πλευρᾶς ἀχράντου λόγχῃ τρωθείσης, ὕδωρ σὺν αἵματι ἐξεβλήθη, ἐγκαινίζον διαθήκην, καὶ ῥυπτικὸν ἁμαρτίας· τῶν πιστῶν γὰρ Σταυρὸς καύχημα, καὶ Βασιλέων κράτος καὶ στερέωμα.

Τοῦ Ἁγίου. Τοὺς Σοὺς ὑμνολόγους.

Ὡράϊσμα κλήρου Ἀμασείας, χοροῦ ἱερέων ἀκρεμών, τοῦ Πόντου Πλάτων δέδειξαι, λαοῦ δὲ τοῦ στενάζοντος, ὑπὸ ζυγὸν τοῦ ἄφρονος, κατακτητοῦ καταφύγιον.

Νεόλεκτε Μάρτυς τοῦ Ὑψίστου, συμπάσχων καὶ συγκακοπαθῶν, Ποντίων δήμοις ἔμφροσιν, ἀφρόνως πλάνην ἤσχυνας, καὶ τρίβοις ἠκολούθησας, Νεομαρτύρων στεῤῥότατα.

Ἀστράπτεις τοῖς πέρασιν ὡς λίθος, πολύτιμος θάῤῥους Ἀθλητά, καὶ μαργαρίτης πάντιμος, ὁμολογίας πίστεως, Νεομαρτύρων κλέϊσμα, περιφανὲς Πλάτων ἄλκιμε.

Θεοτοκίον.

Ναὲ χρυσαυγὲς τοῦ Ζωοδότου, πανάμωμε Μῆτερ τοῦ Θεοῦ, ἐπίσκεψαι τοὺς δούλους Σου, τοὺς πόθῳ εὐφημοῦντάς Σε, καὶ δὸς εἰρήνην ἅπασιν, ἡμῖν χαρὰν καὶ ὁμόνοιαν.

Καταβασία

Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα, τῇ στειρευούσῃ δὲ πρώην, Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.

Κάθισμα. 
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τοῦ Πλάτωνος ἄθλησιν, τοῦ θαυμαστοῦ ἐκτενῶς, ὑμνήσωμεν κράζοντες· Ἱερομάρτυς Χριστοῦ, τῆς Πάτμου ὡράϊσμα, κόσμημα Ἀμασείας, καὶ πυρσὲ νεοάθλων, πρέσβευε τῷ Κυρίῳ, τὴν ὁμίχλην σκεδάσαι, ἡμῶν τῆς ἀπιστίας ταχύ, τῶν εὐφημούντων σε.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος πλ. δ'. Τὸ προσταχθέν

Ἐν Παραδείσῳ με τὸ πρίν, ξύλον ἐγύμνωσεν, οὗπερ τῇ γεύσει, ὁ ἐχθρὸς εἰσφέρει νέκρωσιν, τοῦ Σταυροῦ δὲ τὸ ξύλον, τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις φέρον, ἐπάγη ἐπὶ τῆς γῆς, καὶ κόσμος ὅλος ἐπλήσθη πάσης χαρᾶς· ὃν ὁρῶντες ὑψούμενον, Θεῷ ἐν πίστει λαοί, συμφώνως ἀνακράξωμεν· Πλήρης δόξης ὁ οἶκός σου.

ᾨδὴ δ'. Τοῦ Σταυροῦ. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε.

Πικρογόνους μετέβαλε, ξύλῳ Μωϋσῆς πηγὰς ἐν ἐρήμῳ πάλαι, τῷ Σταυρῷ πρὸς τὴν εὐσέβειαν, τῶν ἐθνῶν προφαίνων τὴν μετάθεσιν.

Ὁ βυθῷ κολπωσάμενος, τέμνουσαν ἀνέδωκεν Ἰορδάνης ξύλῳ, τῷ Σταυρῷ καὶ τῷ Βαπτίσματι, τὴν τομὴν τῆς πλάνης τεκμαιρόμενος.

Ἱερῶς προστοιβάζεται, ὁ τετραμερὴς λαὸς προηγούμενος, τῆς ἐν τύπῳ μαρτυρίου σκηνῆς, σταυροτύποις τάξεσι κλεϊζόμενος.

Θαυμαστῶς ἐφαπλούμενος, τὰς ἡλιακὰς βολὰς ἐξηκόντισεν, ὁ Σταυρός· καὶ διηγήσαντο, οὐρανοὶ τὴν δόξαν τοῦ Θεοῦ ἡμῶν.

Τοῦ Ἁγίου. Ὁ καθήμενος ἐν δόξῃ.

Εὐωδέστατον Κυρίῳ, τῷ Σωτῆρι ὀσφράδιον, ἐποφθεὶς τρισμάκαρ, καὶ ἡδὺ τοῖς πᾶσι θυμίαμα, τὸ τῆς ἀγχόνης ἰκρίωμα ἐπέδειξας, Πλάτων πάντιμε, θυμιατήριον πάγχρυσον.

Ὁλικῶς ἀφιερώθης, ἀπὸ βρέφους τῷ Κτίσαντι, Σαμουὴλ ὡς ἄλλος, Πλάτων καὶ τὴν μάνδραν ἐκόσμησας, τοῦ Θεολόγου ἐν Πάτμῳ ἣν ἐπέλεξας, ὡς τῶν πόνων σου, κονίστραν τῆς ἐνασκήσεως.

Νέκταρ Πλάτων θεηγόρε, ὡς ἀκάματος μέλισσα, ἐκ τῶν διδασκάλων, σοῦ ἐν Πατμιάδι συνέλεξας, διπλῆς ἀγάπης πρὸς πέλας καὶ πρὸς Κύριον, αἰσθητήρια, γλυκᾶναν εἶτα τῆς ποίμνης 
σου.
Θεοτοκίον.

Ἰησοῦν ἡμῶν Σωτῆρα, Θεοτόκε Παντάνασσα, καὶ ζωὴν τεκοῦσα, ἀληθῶς κραυγάζω Σοι· ζώωσον, τὸν νεκρωθέντα κακίᾳ τοῦ ἀλάστορος, φαῦλον δοῦλόν Σου, ὡς συμπαθὴς καὶ φιλάνθρωπος.

Καταβασία

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

ᾨδὴ ε'. Τοῦ Σταυροῦ. Ὁ Εἱρμός. Ὦ τρισμακάριστον ξύλον.

Σὲ τὸ ἀοίδιμον ξύλον, ἐν ᾧ ἐτάθη Χριστός, τὴν Ἐδὲμ φυλάττουσα, στρεφομένη ῥομφαία, Σταυρὲ ᾐδέσθη, τὸ φρικτὸν δὲ Χερουβίμ, εἶξε τῷ σοὶ παγέντι Χριστῷ, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Ὑποχθονίων δυνάμεις, ἀντίπαλοι τοῦ Σταυροῦ, φρίττουσι χαραττόμενον, τὸ σημεῖον ἐν ἀέρι ᾧ πολοῦσιν· οὐρανίων γηγενῶν, γένος δὲ γόνυ κάμπτει Χριστῷ, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Μαρμαρυγαῖς ἀκηράτοις, φανεὶς ὁ θεῖος Σταυρός, ἐσκοτισμένοις ἔθνεσι, τοῖς ἐν πλάνῃ ἀπάτης τὸ θεῖον φέγγος, ἀπαστράψας οἰκειοῖ, τῷ ἐν αὐτῷ παγέντι Χριστῷ, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν. 

Τοῦ Ἁγίου. Ἐξέστη τὰ σύμπαντα.

Εὐφραίνου ὁμήγυρις, τῶν ἱερέων σήμερον, τῶν ὑπὲρ Κυρίου ἀθλησάντων, ἰδοὺ γὰρ πᾶσι, τοῦ γεαροῦ Ἀθλητοῦ, ἐπέφανε Πλάτωνος ἡμῖν, μνήμη ἡ πανίερος, τοὺς πιστοὺς καταυγάζουσα.

Ῥωννύμενος ἄνωθεν, εἱρκτῆς βασάνους ἤνεγκας, σὺν Σαμψοῦντος Πλάτων τοῖς προκρίτοις, ἀνδρειοφρόνως, καὶ ἄχρι μέχρι τέλους αὐτούς ἐδίδασκες φέρειν ἀκλινῶς, ἄλγη τὰ κατώδυνα, καὶ θανὴν διὰ Κύριον.

Ὀδύνης πληρώσασα, ἡ ἄδικος ἀπόφασις, τῆς θανατικῆς σου καταδίκης, χοροὺς Ποντιων, τὴν σὴν καρδίαν ἀρᾶς, ἐνέπλησε Πλάτων ἀληθῶς, ὅτι ηὐτρεπίζετο, στέφος δόξης σοὶ πάγχρυσον.

Θεοτοκίον.

Μητράνανδρε Δέσποινα, Θεοῦ τὴν ἐνυπόστατον, ἔτεκες σοφίαν ὑπὲρ λόγον, ἧνπερ ὁ Πλάτων, ὁ Νεομάρτυς σαφῶς, κηρυττων ἐκίνησεν ὀργὴν ἰοβόλου ὄφεως, Ἰσμαὴλ τοῦ αλλόφρονος.

Καταβασία

Ὦ τρισμακάριστον ξύλον, ἐν ᾧ ἐτάθῃ Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος, δι᾿ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ᾨδὴ ς'. Τοῦ Σταυροῦ. Ὁ Εἱρμός. Νοτίου θηρὸς ἐν σπλάγχνοις.

Ὁ γήρᾳ καμφθείς, καὶ νόσῳ τρυχωθείς, ἀνωρθοῦτο Ἰακὼβ χεῖρας ἀμείψας, τὴν ἐνέργειαν φαίνων τοῦ ζωηφόρου Σταυροῦ· τὴν παλαιότητα καὶ γάρ, τοῦ νομικοῦ σκιώδους, γράμματος ἐκαινογράφησεν, ὁ ἐν τούτῳ σαρκὶ προσπαγεὶς Θεός, καὶ τὴν ψυχόλεθρον νόσον, τῆς πλάνης ἀπήλασε.

Νεαζούσαις θεὶς παλάμας, ὁ θεῖος Ἰσραήλ, σταυροειδῶς κάραις ἐδήλου, ὡς πρεσβύτερον κλέος ὁ νομολάτρης λαός· ὑποπτευθεὶς ὅθεν οὕτως ἐξηπατῆσθαι, οὐκ ἠλλοίωσε τὸν ζωηφόρον τύπον· ὑπερέξει λαὸς γὰρ Χριστοῦ τοῦ Θεοῦ, νεοπαγὴς ἀνεβόα, Σταυρῷ τειχιζόμενος. 

Τοῦ Ἁγίου. Τὴν θείαν ταύτην.

Ἀστὴρ ὡς πάμφωτος ηὔγασας, πυρσεύμασιν ἐνθέων ῥημάτων σου, λαὸν ὑπόδουλον, τῆς Ἀμασείας προσμένοντα, ἐλευθερίας Πλάτων, ἦμαρ εὐφρόσυνον.

Ῥητόρων γλῶσσαι τοῦ Πλάτωνος, κρηπῖδος Ἀθλητῶν οὐκ ἰσχύουσι, ψυχῆς τὸ εὔτονον, ἀνευφημῆσαι καὶ δύναμιν, δι’ ἧς ἐκγόνους Ἄγαρ, στυγνοὺς ἐτρόπωσε.

Τὴν θείαν Πλάτων προσήνεγκας, ἀναίμακτον θυσίαν τῷ Κτίσαντι, τὴν τελευταίαν σου, ἐν φυλακῇ πρὶν τὸ σῶμά σου, θυσίαν παραδοῦναι, Χριστῷ εὐπρόσδεκτον.

Θεοτοκίον.

Ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον, Υἱόν Σου καὶ Θεὸν καθικέτευε, Θεοχαρίτωτε, ὡς ἄν ἡσύχως ἀνύσωμεν, τὰς ἀτραποὺς τοῦ βίου, Σὲ μεγαλύνοντες.

Καταβασία

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας , τὸ σωτήριον πάθος προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος, Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν κόσμον φωτίσαντος.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τῆς Ἀμασείας τὸ νεόφωτον ἐκπύρσευμα, καὶ διειδέστατον χειμάῤῥουν γενναιότητος, ἀποπνίξαντα τῆς Ἄγαρ υἱῶν τὸ θράσος, καὶ ἀγχόνην ἐπ’ ἐσχάτων ὑπομείναντα, δι’ ἀγάπην τοῦ Χριστοῦ ἀνευφημήσωμεν, πόθῳ κράζοντες· Χαίροις Πλάτων ἀοίδιμε.

Οἶκος.

Ἄνθος ἡδὺ τῆς Πάτμου, ἱερόαθλε Πλάτων κατηύφρανας ἀρτίως τὴν κτίσιν, σαῖς ὀδμαῖς ἀκραιφνοῦς βιοτῆς, παῤῥησίας ἅμα καὶ στεῤῤῶν ἄθλων σου, διὸ σὲ μακαρίζοντες, βοῶμεν γηθοσύνως ταῦτα·
Χαῖρε τῆς πίστεως ἡ κινύρα·
χαῖρε ἀθλήσεως θεία λύρα.
Χαῖρε, ἱερεὺς Ἀμασείας θειότατος·
χαῖρε, ὁ σπορεὺς τῆς ἀγάπης τῆς κρείττονος.
Χαῖρε, ὕψος δυσαντίβλεπτον πολιτείας θεαυγοῦς·
χαῖρε, βάθος δυσεπίβατον, μαρτυρίας εὐσεβοῦς.
Χαῖρε, ὅ,τι ἐδείχθης Ἀθλοφόρων λυχνία·
χαῖρε· ὅ,τι προσήχθης τῷ Σωτῆρι θυσία.
Χαῖρε, ὀσμὴ Χριστοῦ ἀγαπήσεως·
χαῖρε, τροπὴ τῆς Ἄγαρ πλανήσεως.
Χαῖρε, πιστῶν συνδεσμίων σου ὅρμος·
χαῖρε, ναπῶν οὐρανοῦ πεζοπόρος.
Χαίροις, Πλάτων ἀοίδιμε.
Συναξάριον

Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, τοῦ ἐνδόξου Νέου Ἱερομάρτυρος Πλάτωνος Πρωτοσυγκέλλου Ἀμασείας χρηματίσαντος καὶ ἀρτίως ὑπ’ ἀνόμων υἱῶν τῆς Ἄγαρ ἀπαγχονισθέντος διὰ τὴν τοῦ Χριστοῦ ἁγίαν πίστιν καὶ τὴν ἐλευθερίαν τοῦ εὐσεβοῦς ἡμῶν γένους
Στίχοι: 
Τρίβοις Μαρτύρων ἀκολουθήσας ἄρτι·
Εἰς πλάτος δόξης ἄῤῥητον ἤχθης, Πλάτων.

Ὁ ἔνδοξος Νέος Ἱερομάρτυς τῆς πίστεως Πλάτων (κατὰ κόσμον Γεώργιος) τουπικλὴν Ἀϊβαζίδης ἐγεννήθη ἐν τῇ ἱερᾷ νήσῳ Πάτμῳ τῇ 17ῃ Σεπτεμβρίου 1852 ἐκ γονέων εὐσεβῶν, Νικολάου Ἀϊβάζη καὶ Σοφίας Φλωρίδου, οἵτινες ὑπέδειξαν αὐτῷ τὸν τῆς ἀρετῆς καὶ μυστηριακῆς ζωῆς δρόμον. Ἐν τῇ Πατμιάδι Σχολῇ σπουδάσας καὶ ἀνδρώθεις ἐκάρη μοναχὸς ἐν τῇ τοῦ Θεολόγου περιπτύστῳ μάνδρᾳ λαβὼν τὸ ὄνομα Πλάτων. Ἐν αὐτῇ εἶτα προεχειρήσθη εἰς Διάκονον. Εὐλογίᾳ καὶ ἐγκρίσει τῆς Ἱερᾶς Μονῆς τῆς αὐτοῦ μετανοίας μετέβη εἰς Κωνσταντινούπολιν πρὸς διεύρυνσιν τῶν σπουδῶν καὶ προσφορὰν τῷ αὐτοῦ ὑπηρεσιῶν ὡς δευτερεύοντος διακόνου τοῦ Οἰκουμενικοῦ Θρόνου. Ὑπηρέτησεν ὡς Πρωτοσύγκελλος εἰς τὰς ἱερὰς Μητροπόλεις Λήμνου, Καστορίας καὶ Ἀμασείας. Εἰς τὴν τελευταίαν ἦλθεν ἀκολουθῶν τῷ γενναίῳ Ἱεράρχῃ Καστορίας καὶ εἶτα Ἀμασείας Γερμανῷ Καραβαγγέλῃ, τῷ τοῦ Μακεδονικοῦ Ἀγῶνος πρωτεργάτη. Ὁ ἀκάματος ἐργάτης τοῦ Εὐαγγελίου Πλάτων νουθετῶν, διδάσκων καὶ ἐπιστηρίζων τὸ χριστώνυμον τῶν Ποντίων πλῆθος προσεπάθησε πᾶσιν ἀρέσκειν τοῖς πλησίον εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν. Εὐγενὴς ὦν καὶ ἐνάρετος ἐκόσμησε τὴν τοῦ Χριστοῦ Εκκλησίαν καὶ ἀνεπτέρωσε τὸ φρόνημα τοῦ ὑποδούλου καὶ θεοφίλου λαοῦ τοῦ Πόντου. Τίς δύναται ἀμφισβητῆσαι τὸ κοινωνικόν, φιλανθρωπικόν, πνευματικόν, καὶ ποιμαντικὸν ἔργο αὐτοῦ; Προκαλέσας ἕνεκα τούτου τὴν ὀργὴν καὶ μανίαν τῶν τῆς Ἄγαρ ἐκγόνων, οἳτινες σημεῖον ἐζήτουν διὰ τὴν ἀφάνισιν τοῦ αὐτόχθονος Ὀρθοδόξου λαοῦ τοῦ Πόντου, συνελήφθη ὁμοῦ μετὰ τοῦ Ἐπισκόπου Ζήλων Εὐθυμίου τοῦ Ἱερομάρτυρος καὶ ἑτέρων ἑξήκοντα καὶ ὀκτὼ προκρίτων τῆς Σαμψοῦντος, μεθ’ ὧν εἱρκτὴ ἐνεκλείσθη. Ἐν αὐτῇ ἀόκνως ἐνεψύχου τοὺς αὐτοῦ συνδεσμίους καὶ ἐσφυρηλάτει τὴν αὐτῶν ὑπομονήν, ὅπως τὸν καλὸν ἀγῶνα νομίμως τελέσωσιν. Ἀπηωρήθη δεινῶς τῇ 21ῃ Σεπτεμβρίου τοῦ 1921 γενόμενος ἱερεῖον ἄμωμον καὶ λογικὴ θυσία διὰ Χριστοῦ τὴν πίστιν τὴν ἁγία καὶ τοῦ εὐσεβοῦς ἡμῶν γένους τὴν ἐλευθερίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Κοδράτου.
Στίχοι
Λίθοις νέμειν θέλοντα μηδαμῶς σέβας,
Τὸν Κοδρᾶτον βάλλουσιν ἄφρονες λίθοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἰωνᾶ.
Στίχοι
Ἀπὸ προσώπου τοῦ Θεοῦ φεύγεις πάλαι,
Νῦν δὲ πρόσωπον, Ἰωνᾶ τούτου βλέπεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωνᾶ τοῦ Σαββαΐτου.
Στίχοι
Ἀφεὶς Ἰωνᾶς ἀστάτου βίου τόπον,
Ἑστῶτα καὶ βέβαιον εὑρίσκει τόπον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐσεβίου.
Στίχοι
Εὐσέβιον κτείνουσι δυσσεβεῖς ξίφει,
Τὸν εὐσεβῶς βιοῦντα καὶ Χριστοῦ φίλον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ αὐταδέλφων Εὐσεβίου, Νεστάβου, καὶ Ζήνωνος.
Στίχοι
Εὐσέβιος, Νέσταβος, ἀλλὰ καὶ Ζήνων,
Δι' εὐσεβῆ θνῄσκουσι πίστιν ἐκ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων Πατέρων ἡμῶν καὶ Ἐπισκόπων Κύπρου Μελετίου καὶ Ἰσακίου.
Στίχοι:
Τὸν μόσχον Ἰσάκιε τὸν θείον θύων,
Ξίφει δι’ αὐτόν οἷά περ μόσχος θύη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πρίσκου.
Στίχοι
Φέρων ὕδωρ ζῶν Πρίσκος ἐν τῇ καρδίᾳ,
Ἐμπρησμὸν οὐ δέδοικε τὸν τοῦ σαρκίου.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων ς' Μαρτύρων, ὑπασπιστῶν ὄντων Μαξιμιανοῦ.
Στίχοι
Ὑπὲρ Θεοῦ κλίναντος ἐν ξύλῳ κάραν,
Ἓξ Μάρτυρες κλίνουσι τὴν κάραν ξίφει

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Βάσσης τῆς Τυρίας.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς Ἀνακομιδῆς τῶν Λειψάνων τοῦ Ἁγίου Δημητρίου ἐπισκόπου Ῥοστόφ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου τῆς Γιάτρισσας ἐν τῇ Θηρασίᾳ

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Τοῦ Σταυροῦ. Ὁ Εἱρμός. Ἔκνοον πρόσταγμα.

Ξύλου γευσάμενος ὁ πρῶτος ἐν βροτοῖς, φθορᾷ παρῴκησε· ῥίψιν γὰρ ζωῆς ἀτιμοτάτην κατακριθείς, ὅλῳ τῷ γένει σωματοφθόρος τις, ὡς λύμη τῆς νόσου μετέδωκεν· ἀλλ᾿ εὑρηκότες γηγενεῖς ἀνάκλησιν, Σταυροῦ τὸ ξύλον κράζομεν· Ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἔλυσε πρόσταγμα Θεοῦ παρακοή, καὶ ξύλον ἤνεγκε θάνατον βροτοῖς, τὸ μὴ εὐκαίρως μεταληφθέν· ἐν ἀσφαλείᾳ τῆς ἐριτίμου δέ, ἐντεῦθεν ζωῆς τὸ ξύλον εἴργετο, ὃ νυκτιλόχου δυσθανοῦς ἠνέῳξεν, εὐγνωμοσύνης κράζοντος· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ῥάβδου προσπτύσσεται τὸ ἄκρον, Ἰωσήφ, ὁ γενησόμενον, βλέπων, Ἰσραήλ, τῆς βασιλείας τὸ κραταιόν, ὅπως συνέξει ὁ ὑπερένδοξος Σταυρὸς προδηλῶν· οὗτος γὰρ τοῖς βασιλεῦσι, τροπαιοῦχον καύχημα, καὶ φῶς τοῖς πίστει κράζουσιν· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τοῦ Ἁγίου. Οὐκ ἐλάτρευσαν.

Ὁλοκάρπωμα σαυτὸν Κυρίῳ τέλειον καὶ θῦμα ἅγιον, προσφέρων Πλάτων στεῤῥῶς, ἀγχόνην ὑπέμεινας, σὺν τοῖς συνάθλοις σου, και ἡγίασας, τὴν χθόνα τὴν πολύπαθον, τῆς ἐν Πόντῳ Ἀμασείας.
Ἀκατάβλητον παμμάκαρ Πλάτων φρόνημα ἔχων ὑπέρμαχος, τοῦ ζωηφόρου Σταυροῦ, ἐπώφθης καὶ τρόπαιον, αὐτὸν ὡς πάνσεπτον, ἐν παλάμαις σου, ἐβάστασας καὶ ἔπαρσιν, δι’ αὐτοῦ ἐχθροῦ καθεῖλες.

Ὕβρεις πάντιμε ἐν φυλακῇ ὑπέμεινας ὡς ὁ Θεάνθρωπος, καὶ χαίρων ᾔνει Αὐτόν, δεινῶ κακουχούμενος, σεπτὲ νεόαθλε, Πλάτων ἔνδοξε, διὸ καὶ νῦν γεραίρομεν, σοῦ ἡμεῖς τὴν θείαν μνήμην.

Θεοτοκίον.

Μόνη Δέσποινα τῶν γυναικῶν ἐκύησας τὸν κόσμον σώσαντα, ἐκ τῆς θανάτου φθορᾶς, φιλεύσπλαγχνον Κύριον, Ὅν καθικέτευε, ῥῦσαι θλίψεων, καὶ συμφορῶν τοὺς δούλους Σου, τοὺς προστρέχοντας Σῇ σκέπῃ.

Καταβασία

Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον, ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η'. Τοῦ Σταυροῦ. Ὁ Εἱρμός. Εὐλογεῖτε Παῖδες.

Ὑψουμένου ξύλου, ῥαντισθέντος ἐν αἵματι, τοῦ σαρκωθέντος Λόγου Θεοῦ, ὑμνεῖτε αἱ τῶν οὐρανῶν Δυνάμεις, βροτῶν τὴν ἀνάκλησιν ἑορτάζουσαι· Λαοὶ προσκυνεῖτε Χριστοῦ τὸν Σταυρόν, δι' οὗ τῷ κόσμῳ ἀνάστασις εἰς τοὺς αἰῶνας.

Γηγενεῖς παλάμαις, οἰκονόμοι τῆς χάριτος, Σταυρὸν οὗ ἔστη Χριστὸς ὁ Θεός, ὑψοῦτε ἱεροπρεπῶς καὶ Λόγχην, Θεοῦ Λόγου σῶμα ἀντιτορήσασαν. Ἰδέτωσαν ἔθνη πάντα τὸ σωτήριον, τοῦ Θεοῦ δοξάζοντα εἰς τοὺς αἰῶνας.

Οἱ τῇ θείᾳ ψήφῳ, προκριθέντες ἀγάλλεσθε, Χριστιανῶν πιστοὶ Βασιλεῖς· καυχᾶσθε τῷ τροπαιοφόρῳ ὅπλῳ, λαχόντες θεόθεν, Σταυρὸν τὸν τίμιον· ἐν τούτῳ γὰρ φῦλα πολέμων, θράσος ἐπιζητοῦντα, σκεδάννυνται εἰς τοὺς αἰῶνας.

Τοῦ Ἁγίου. Παῖδας εὐαγεῖς.

Νέε Ἀθλητὰ γενναῖ Πλάτων, Κυρίου ὡς λειτουργὸς πανιερώτατος, ἐν εἱρκτῇ τὰ ἄχραντα, τοῦ Χριστοῦ μυστήρια, μελλοθανάτοις Ἅγιε πιστοῖς μετέδωκας, καὶ ἔψαλας ᾠδὰς νεκρωσίμους, διὰ σὲ τρισμάκαρ, καὶ διὰ σοὺς συνάθλους.

Οἱ λυσσώδεις ἄπιστοί σε Πλάτων, ὑπέβαλον ἀπηνῶς εἰς κολαστήρια, ἐν ἐσχάτοις ἔτεσιν, ἅπερ ὡς ὁ Κύριος, καρτερικῶς ὑπέμεινας, κραυγάζων ἄριστε· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ἱλαρὸν τὸ βλέμμα ἔχων, ἐν πάσαις ταῖς κακουχίαις καὶ ταῖς θλίψεσι, καὶ καρδίαν νήφουσαν, ἀνεπτέρους φρόνημα, τῶν συγκακουχουμένων σοι, Ποντίων ἔνδοξε, Ἀθλοφόρε θεῖε Πρωτοσύγκελλε, Ἀμασείας καὶ πίστεως πρόμαχε.

Θεοτοκίον.

Σκέπη κραταιὰ γενοῦ μοι Μῆτερ, τῷ δούλῳ Σου τῷ ἀχρείῳ καὶ βοήθεια, ταχινὴ κραυγάζω Σοι, καὶ θερμὴ ἐν ἅπασι, τοῦ βίου περιστάσεσι, ὡς ἄν γεραίρω Σε, Θεοτόκε καὶ Υἱὸν τὸν θεῖόν Σου, εἰς αἰῶνας δοξάζω γηθόμενος.

Καταβασία

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ'. Τοῦ Σταυροῦ. Ὁ Εἱρμός. Μυστικῶς εἶ Θεοτόκε Παράδεισος

Ἀγαλλέσθω τὰ δρυμοῦ ξύλα σύμπαντα, ἁγιασθείσης τῆς φύσεως αὐτῶν, ὑφ᾿ οὗ περ ἐξ ἀρχῆς, ἐφυτεύθη Χριστοῦ, τανυθέντος ἐν ξύλῳ· δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦμεν αὐτὸν καὶ μεγαλύνομεν.

Ἱερὸν ἠγέρθη κέρας θεόφρoσι, τῆς κεφαλῆς τῶν ἁπάντων ὁ Σταυρός, ἐν ᾧ ἁμαρτωλῶν νοουμένων, συνθλῶνται τὰ κέρατα πάντα, δι᾿ οὗ νῦν ὑψουμένoυ, προσκυνοῦμεν αὐτὸν καὶ μεγαλύνομεν.

Τοῦ Ἁγίου. Ἅπας γηγενής.

Ἄνω στρατιαί, τὴν σὴν πανσεβάσμιον, τιμῶσιν ἄθλησιν, Πλάτων τρισμακάριστε, καὶ τῶν μερόπων, οἱ δῆμοι μνήμην σου πιστῶς πανηγυρίζοντες, καὶ ἀγαλλώμενοι, ἐκβοῶμεν· χαῖροις ἱερόαθλε, νεοπύρσευτε λύχνε τῆς πίστεως.

Δύναμιν λαβών, ὑψόθεν ἐτελεσας, καλῶς τὸν δρόμον σου, Πλάτων καὶ ἐτήρησας, ἡμῶν τὴν μνήμην, τὴν παναμώμητον, διόπερ στέφος εἴληφας, αἰωνιότητος, Νεομάρτυς, ἐκ χειρῶν τοῦ Κτίσαντος, ἐν ἀγῶσι τοῦ σὲ κραταιώσαντος.

Ὡς πανευσθενῆ, λευίτην καὶ πρόβολον, ἀνευφημοῦμέν σε, πίστεως ἀτίνακτον, τὸν ἐν ἐσχάτοις, καιροῖς λαμπρύναντα, τὴν Ἐκκλησίαν ἅπασαν, καὶ κατεδείξαντα, ὑφηλίῳ, βαρβαρὠδη ἔνστικτα, τῶν τῆς Ἄγαρ υἱῶν Πλάτων τίμιε.

Θεοτοκίον.

Χαῖρε νοητή, κογχύλη ἡ βάψασα, ἐκ τῶν αἱμάτων Σου, ἁλουργίδα πάντιμον, τοῦ Θεανθρώπου, Χριστοῦ κραυγάζω Σοι· ἐκδυσωπῶ Σε πρέσβευε, τῷ θείῳ Τόκῳ Σου, σωτηρίας, πορφυροῦν ἱμάτιον, τὸν ἀχρεῖόν Σου δοῦλον ἐνδύσασθαι.

Καταβασίαι

Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Xριστόν, ὑφ᾿ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτὸν σὲ μεγαλύνομεν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τῆς Ἀμασείας σέμνωμα, καὶ κήρυκα τῆς πίστεως, Ἱερομάρτυρα θεῖον, τὸν καταυγάσαντα κόσμον, ἀρτίως τοῖς πυρσεύμασιν, αὐτοῦ τῆς γενναιότητος, ὕμνοις εὐήχοις Πλάτωνα, ἐγκωμιάσωμεν πόθῳ, αἱ τῶν πιστῶν συστοιχίαι.

Ἕτερον. Ἦχος β'. Τοῦ Σταυροῦ. Τῶν μαθητῶν ὁρώντων σε.

Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης· Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα· Σταυρός, Πιστῶν τὸ στήριγμα· Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα. 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.

Πλάτων, Νεομάρτυς ἔνδοξε, τῆς νήσου Πάτμου βλαστέ, τοῦ σεμνείου ἀνάστημα, Θεολόγου τίμιον καὶ περίλαμπρον καύχημα, τῆς Πατμιάδος, ἐν ᾗ τὴν θύραθεν, παιδείαν ὅλην, καλῶς ἀπείληφας, πάντοτε πρέσβευε, τῷ Χριστῷ πανόλβιε τοὺς σὲ φαιδρῶς, ὕμνοις ἀναμέλποντας, πληρῶσαι χάριτος.

Πλάτων, Ἀμασείας πάμφωτε, φωστὴρ σῶν λόγων βολαῖς, Ὀρθοδόξους ἐφώτισας, και καρδίας ηὔγασας, κηρυγμάτων ἀκτῖσί σου, ἐζοφωμένας, διὸ συστήματος, σεμνῶν Ποντίων, θεοφορούμενε, Μάρτυς πανόλβιε, ἐν ἡμέραις θλίψεων φωταγωγός, ὤφθης καὶ πρὸς ἄθλησιν, ἰθύντωρ εὔψυχος.

Πλάτων, Ἰσμαὴλ κατάπτωσις, καὶ ὀλετὴρ ἀληθῶς, ἐν ἐσχάτοις τοῖς ἔτεσι, τῆς αὐτοῦ πλανήσεως, ἀνεδείχθης θειότατε, τῇ παντευχίᾳ, σὺ γὰρ ἐπάτησας, τοῦ ζωηφόρου, Σταυροῦ τὰ ἔκγονα, Ἄγαρ καὶ τρόπαιον, νίκης ἀξιάγαστε ἐπὶ τοῦ σοῦ, ἔστης ἰκριώματος, περιφανέστατος.

Πλάτων, Ἀθλητῶν ὁμόζηλος, τῶν παλαιῶν ἐν καιροῖς, δυσχειμέροις τεθέασαι, διανύσας στάδιον, μαρτυρίου στεῤῥότατα, σὺ γὰρ τὸ μέλαν, στολῆς σου ἔνδυμα, λευίτα θεῖε, τοῖς σοῖς ἐλάμπρυνας, πόνοις ἀθλήσεως, καὶ πρὸς δόμους ἕδραμες τῶν οὐρανῶν, λαμπροχίτων κότινον λαβεῖν τὸν ἄφθαρτον.

Δόξα. Ἦχος πλ. α΄.

Τὸν τοῦ πρώτου ἀθλοφόρου καὶ ὑψηλοῦ Ἀθλοθέτου Χριστοῦ ἄξιον μιμητὴν καὶ ὁμόζηλον, Πλάτωνα τὸν νεόαθλον ὑμνήσωμεν, οὗτος γὰρ στυγνῶς ἀπαιωρηθεὶς ἐν ἀγχόνῃ, στέφος ἐδέξατο ἄφθαρτον, καὶ κοινωνὸς ἐν πόλῳ γέγονε τῶν πάλαι κλεινῶν Μαρτύρων, καὶ νῦν σὺν Χριστῷ ἀγαλλόμενος, ἀπαύστως πρεσβεύει δωρηθῆναι τοῖς αὐτὸν τιμῶσιν, ἱλασμὸν ἁμαρτιῶν καὶ ζωὴν τὴν αἰώνιον.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος πλ. β΄.

Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου, καὶ πιστοὶ εἰσδέχονται αὐτὸν ἐκ πόθου, καὶ λαμβάνουσιν ἰάματα ψυχῆς τε καὶ σώματος, καὶ πάσης μαλακίας. Αὐτὸν ἀσπασώμεθα τῇ χαρᾷ καὶ τῷ φόβῳ· φόβῳ διὰ τὴν ἁμαρτίαν, ὡς ἀνάξιοι ὄντες· χαρᾷ δὲ διὰ τὴν σωτηρίαν, ἣν παρέχει τῷ κόσμῳ, ὁ ἐν αὐτῷ προσπαγεὶς Χριστὸς ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

ΕΝ ΤΗ ΛΕΙΤΟΥΡΓΙΑ

Τὰ τυπικά, οἱ μακαρισμοί, καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ΄ καὶ στ΄ ᾠδή.
Ἀπόστολος· Β΄ Τιμοθ. α΄ 8-18
Εὐαγγέλιον· Ματθ. ιγ΄ 44-54
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον...

Μεγαλυνάριον.

Ἱερομαρτύρων τὴν καλλονήν, πρῶτον ἐν συγκέλλοις, Ἀμασείας τὸν νεωστί, ἀπαγχονισθέντα, ὑπὸ τῶν Ἄγαρ τέκνων, διὰ Χριστοῦ τὴν πίστιν, Πλάτωνα μέλψωμεν.

Δίστιχον:
Χριστὸν ὁμολογεῖν ἀξίωσον Πλάτων,
Χαραλάμπη πλέξαντά σοι ὕμνον τόνδε.
ΠΗΓΗ: http://voutsinasilias.blogspot.gr/2011/09/21.html