|
....καὶ Ἀλώπηξ.
(S. 1. C. 1
et p. 279 sq. F. 1.)
Ἀετός καὶ ἀλώπηξ φιλεῖν ἀλλήλους συνθέμενοι, πλησίον ἑαυτῶν οἰκεῖν
διέγνωσαν, βεβαίωσιν φιλίας τὴν συνήθειαν ποιούμενοι. Καὶ δὴ ὁ μὲν ἀναβὰς ἐπί
τι περίμηκες δένδρον ἐνεοττοποιήσατο· ἡ δὲ εἰσελθοῦσα εἰς τὸν ὑποκείμενον
θάμνον ἔτεκεν. Ἐξελθούσης δέ ποτε αὐτῆς ἐπὶ νομὴν, ὁ ἀετὸς ἀπορῶν τροφῆς,
καταπτὰς εἰς τὸν θάμνον καὶ τὰ γεννήματα ἀναρπάσας, μετὰ τῶν αὑτοῦ νεοττῶν
κατεθοινήσατο. Ἡ δ᾿ ἀλώπηξ ἐπανελθοῦσα ὡς ἔγνω τὸ πραχθὲν, οὐ μᾶλλον ἐπὶ τῶι
τῶν νεοττῶν θανάτωι ἐλυπήθη, ὅσον ἐπὶ τῶι τῆς ἀμύνης ἀπό[3]ρωι· χερσαία γὰρ οὖσα πτηνὸν διώκειν ἠδυνάτει. Διὸ πόῤῥωθεν στᾶσα, ὃ
μόνον τοῖς ἀσθενέσι καὶ ἀδυνάτοις ὑπολείπεται, τῶι ἐχθρῶι κατηρᾶτο. Συνέβη δ᾿
αὐτῶι τῆς εἰς τὴν φιλίαν ἀσεβείας οὐκ εἰς μακρὰν δίκην ὑπελθεῖν· θυόντων γάρ
τινων αἶγα ἐπ᾿ ἀγροῦ, καταπτὰς ἀπὸ τοῦ βωμοῦ σπλάγχνον ἔμπυρον ἀνήνεγκεν· οὗ
κοσμηθέντος εἰς τὴν καλιὰν, σφοδρὸς ἐμπεσὼν ἄνεμος ἐκ λεπτοῦ καὶ παλαιοῦ
κάρφους λαμπρὰν φλόγα ἀνῆψε· καὶ διὰ τοῦτο καταφλεχθέντες οἱ νεοττοὶ (καὶ γὰρ
ἦσαν ἔτι ἀπτῆνες οἱ ἀετιδεῖς) ἐπὶ τὴν γῆν κατέπεσον. Καὶ ἡ ἀλώπηξ
προσδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας αὐτοὺς κατέφαγεν.
Ὁ λόγος δηλοῖ, ὅτι οἱ φιλίαν παρασπονδοῦντες, κἂν
τὴν τῶν ἠδικημένων ἐκφύγωσι κόλασιν δι᾿ ἀσθένειαν, ἀλλ᾿ οὖν γε τὴν ἐκ θεοῦ
τιμωρίαν διακρούονται οὐδ᾿ ὅλως.
|
Δευτέρα 7 Οκτωβρίου 2013
Ἀετός ....
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου