Κυριακή 6 Οκτωβρίου 2013

Αετός



 
Από τους Μύθους του Αισώπου
Ἀετός.

περάνωθεν πέτρας ἀετὸς ἐκαθέζετο, λαγωὸν θηρεῦσαι ζητῶν. Τοῦτον δέ τις ἔβαλε τοξεύσας· καὶ τὸ μὲν βέλος ἐντὸς αὐτοῦ εἰσῆλθεν, ἡ δὲ γλυφὶς σὺν τοῖς πτεροῖς πρὸ τῶν ὀφθαλμῶν εἱστήκει. Ὁ δὲ ἰδὼν ἔφη· «καὶ τοῦτό μοι ἑτέρα λύπη, τὸ τοῖς ἰδίοις πτεροῖς ἐναποθνήσκειν.»

Ὁ μῦθος δηλοῖ, ὅτι δεινόν ἐστιν, ὅταν τις ἐκ τῶν ἰδίων κινδυνεύσηι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου