ΑΛΕΞΙΟΥ Α' ΚΟΜΝΗΝΟΥ
ΧΡΥΣΟΒΟΥΛΛΟΣ ΛΟΓΟΣ
+ ΄Εν ὀνόματι, τοῦ πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου πνεύματος Ἀλέξιος
πιστὸς ὀρθόδοξος βασιλεὺς
καὶ αὐτοκράτωρ Ῥωμαίων ὁ Κομνηνὸς+
+πᾶσιν οἷς τὸ παρόν ἡμῶν εὐσεβὲς ἐπιδείκνυται
σιγίλλιον+
Καί πᾶσι μὲν ὑπέχειν τάς
ἀκοὰς τοῖς εὐλόγως τάς αἰτήσεις ποιουμένοις δίκαιόν τε ὁμοῢ καὶ θεοφιλὲς καὶ τῆς θείας ἐχόμενον ἐντολῆς τοῖς δὲ κατ᾽ ἀρετὴν
διαφέρουσι καὶ ὅλοις διὰ βίου ἀνακειμένοις Θεῷ, πολλῷ μᾶλλον
δικαιότερον καὶ κρείττονος λόγου ἐπάξιον. Τὸ γὰρ
συναίρεσθαι τούτοις καὶ χεῖρα ὀρέγειν βοηθείας ἐν οἷς ἄρα καὶ δέοιντο, Θεοῦ ἂντικρυς συνέργεια, κατὰ τὸν μέγα καὶ θεῖον Ἀπόστολον, καὶ τῆς ἐνάρετου
πολιτείας καὶ διαγωγῆς συντήρησις. Διὰ τοι τοῦτο καὶ ἡ βασιλεία
μου, καὶ πᾶσι μὲν τοῖς ἄλλοις
δίκαιον ἡγεῖται
συμπαθέστερον ἐπικλύεσθαι καὶ τάς τοῦ ἐλέους ἐποχετεύειν πηγὰς δαψιλῶς,
μάλιστα δὲ τῶν ἁπάντων, οἷς κατὰ μονὰς ὃ βίος ἐστὶ καὶ τῆς κοσμικῆς ἀποδιῃρημένος περιφορᾶς καὶ συγχύσεως.
Ἔνθεν τοι καὶ τῷ εὐλαβεστάτῳ μοναχῷ
Χριστοδούλῳ καὶ ἡσυχαστῇ, τῷ πρὶν ἐν τῷ ὄρει τοῦ Λάτρους τάς κατὰ Θεὸν ποιουμένῳ διατριβὰς καὶ τὸν ἀσκητικὸν διανύοντι δίαυλον, ἡσυχίας τυγχάνοντι διαπύρῳ ἐραστῇ, καὶ ἔργον τιθεμένῳ διηνεκὲς ἐν τοῖς τοῦ Θεοῦ δικαιώμασι κατὰ μόνας ἀδολεσχεῖν,
αἴτησιν προτειναμένῳ μάλα θεάρεστόν τε καὶ εὔλογον, ὑπέσχε τάς ἀκοὰς ἡ γαληνότης
ἡμῶν συμπαθῶς καὶ τὴν αἴτησιν ἐξεπλήρωσεν εὐχερῶς. Ἐπεί γὰρ ὁ θεοφιλὴς οὗτος ἀνήρ, δι' ἒρωτα ἡσυχίας καὶ πόθον βίου ἐρημικοῦ, καταγώγιόν τι ἐπεζήτει εὐρεῖν τῷ οἰκείῳ τρόπῳ καὶ βίῳ κατάλληλον, διέγνω δὲ τὴν Πάτμον νῆσον, ἄλλως τε μὲν οὖσαν τραχεῖάν τε καὶ λυπράν, πίειραν δὲ καὶ πρὸς καρπῶν πνευματικῶν ἐπιτηδειοτάτην
φοράν, εἴ τις ἐν αὐτῇ καταβαλεῖν ἐθέλοι τὰ θεοφιλῆ τῶν ἀρετῶν σπέρματα, καὶ ἀρετῆς, ὡς εἰπεῖν, ὑπάρχουσαν ἐργαστήριον (πρώτως γάρ, διὰ τὸ καθάπερ τινὰ κλῆρον εἰληφέναι τάς ἐν αὐτῇ τοῦ τῆς βροντῆς υἱοῦ καὶ τῷ Χριστῷ διαφερόντως ἠγαπημένου
διατριβάς· ἔπειτα δὲ καὶ τὸ τῆς θέσεως τοῦ τόπου ἐρημικὸν καὶ
μονώτατον, καὶ μή τινας ἔχειν τοὺς ἐκεῖ
παραβάλλοντας, διὰ τὸ τῆς ἠπείρου ἀποκεῖσθαι μακράν), προσῆλθε τῇ βασιλείᾳ μου ἐκλιπαρῶν μάλα περιπαθῶς συλλήπτορα ταύτην ἐφευρεῖν πρὸς τήν του οἰκείου ἐκπλήρωσιν ἐφετοῦ, καὶ ἐξαιτούμενος ἀφορισθῆναι μὲν ἀπ' ἐντεῦθεν τῷ δημοσίῳ τὰ ἐν τῇ νήσῳ Κῷ ὁθενδήποτε αὐτῷ προσκτηθέντα, ὅσα καὶ οἶά εἰσιν, ἀντιλαβεῖν δὲ τὴν εἰρημένην ἅπασαν νῆσον δῶρον ἀναφαίρετον, καὶ ἐκκοπῆναι τὰ ἐπικείμενα ταύτῃ δημόσια τέλη, ὅσα καὶ οἶά εἰσιν, ἐλευθέραν δὲ τὴν τοιαύτην
νῆσον δωρηθῆναι αὐτῷ καὶ πάσης ἀπηλλαγμένην σεκρετικὴς συζητήσεως, ὡς ἂν φροντιστήριόν τε ἐν αὐτῇ ἀνεγείροι,
τούς οἰκείους τε μαθητὰς ἐπὶ τὸ αὐτό συναγάγοι, καὶ οὕτως ἀπερισπάστως
προσομιλοίη Θεῷ καὶ τάς ὑπὲρ τοῦ κράτους ἡμῶν θερμοτέρας ποιοῖτο εὐχάς.
Ὅθεν καὶ διορίζεται διὰ τοῦ παρόντος εὐσεβοῦς χρυσοβούλλου λόγου προσαφορισθῆναι μὲν τῷ δημοσίῳ, κατὰ τὴν αἴτησιν τοῦ εὐλαβέστατου
γέροντος, ὅσα καὶ οἵα ἐν τῇ νήσῳ Κῷ ὁθενδήποτε αὐτῷ προσεκτήθησαν, δωρεῖται δὲ αὐτῷ τὴν δηλωθεῖσαν νῆσον μετὰ πάσης αὐτῆς περιοχῆς καὶ διακρατήσεως, οὐ καιρικῶς οὐδὲ χρόνοις ἀριθμητοῖς, ἂλλ' ἐπ' ἀναφαιρέτῳ καὶ διηνεκεῖ δεσποτεία καὶ κυριότητι, καὶ ἄχρις ἂν ὁ παρών
διαρκοίη αἰών˙
διορισαμένη ἐκκοπῆναι μέν καὶ λογισθῆναι καὶ τὰ ταύτης ἅπαντα δημόσια τέλη καὶ βάρη, οἷα καὶ ὅσα
τυγχάνουσι, τῆς προγραφῆς τοῦ λογιστικοῦ, γινομένης ἐν τοῖς σεκρετικοῖς χαρτίοις διὰ
κινναβάρεως, χειρὶ τοῦ
πρωτοπροέδρου Κωνσταντινουπόλεως καὶ ἐπὶ τῶν δεήσεων,
τοῦ Χοιροσφάκτου, τοῦ οἰκείου ἀνθρώπου τῆς βασιλείας μου' ὡς γὰρ ἐξαίρετόν τι ἀνάθημα καὶ καλλιέργημα μέγιστον διὰ μέσου τοῦ
τὴν αἴτησιν ἀνενεγκόντος εὐλαβοῦς μοναχοῦ, τὴν τοιαύτην
νῆσον ἡ βασιλεία
μου ἀφιεροῖ τῷ Θεῷ· καὶ ἔσται ἀπό γε τῆς σήμερον καὶ εἰς τοὺς ἑξῆς ἅπαντας καὶ διηνεκεῖς χρόνους ἀπεσπασμένη μὲν τῶν βασιλικῶν δικαίων, ἀπηλλαγμένη δὲ καὶ τῶν σεκρετικὼν ἁρκύων, μόνῳ δὲ ἀνατεθειμένη
Θεῷ καὶ τοῖς ἐν αὐτῇ μοναχοῖς·
οἵ καὶ μόνοι ἐν αὐτῇ αὐλισθήσονται,
μὴ συγχωροῦντές τισι τῶν λαϊκῶν λόγῳ παροικίας ἐγκατοίκους ταύτῃ γίνεσθαι,
ἐμπορίαν ἴσως ἢ ἄλλο τι ἐπιτήδευμα βίου μετερχομένους· μόνοι γὰρ ἐν κοσμικῷ σχήματι τῇ νήσῳ ἐγκατοικήσουσιν οἱ μισθαρνοῦντες τοῖς μοναχοῖς, καὶ οὗτοι ἄζυγες, καὶ μήτε γυναιξῖ συνοικοῦντες, μήτε μὴν παῖδα ἔχοντες· πᾶσαν γὰρ ὁδὸν πονηρὰς μεθόδου ἀποκλείει τῷ σατανᾷ ἡ βασιλεία ἡμῶν. Καὶ διὰ τοῦτο τοῖς λείοις τε καὶ βλαπτικοῖς
προσώποις, γυναιξί τε καὶ παισὶ καὶ εὐνούχοις, ἀφ' ὧν ὡς τὰ πολλὰ κατὰ τῆς ψυχῆς ἀναρριπίζονται πόλεμοι, ἄβατον εἶναι τὴν νῆσον ταύτην παντάπασι διορίζεται,
καθὰ δηλονότι καὶ ὃ εὐλαβέστατος
οὗτος ἀνὴρ τὴν βασιλείαν μου ᾐτήσατο˙ πάρεξ μὲν τοι, ὡς εἴρηται, τῶν μισθίων, ὅσων χρῂζουσιν οἱ μοναχοὶ εἰς δουλείαν
τῆς νήσου, καὶ τούτων ἄζυγα βίον ἐχόντων, καὶ ἐγγὺς τἆλλα τῆς μοναχικῆς πολιτείας τυγχανόντων, κἂν μόνῳ τῷ σχήματι
διαλλάτοιεν.
Καθέξει οὖν τὴν τοιαύτην νῆσον αὐτός τε ὁ πολλάκις μνημονευθεὶς εὐλαβέστατος ἀνὴρ μετὰ τῶν ὑπ' αὐτὸν μοναχῶν τῶν τε νῦν ὄντων καὶ τῶν ἐσύστερον ἐσομένων, καὶ σὺν τούτοις ἡ παρὰ τούτου ἀνεγερθησομένη ἐν τῇ νήσῳ Πάτμω ἱερά μονή, ἀτελῶς, ἀβαρῶς,
κυρίως καὶ αὐθεντῶς, ἀναφαιρέτως τε καὶ αἰωνίως· καὶ καθὼς ἂν συνεργοίη τούτῳ Θεός, κατὰ τὸ αὐτῷ βουλητὸν ταύτην διαθήσοιεν˙ κἂν εἰς εὐφορωτατήν
τε καὶ εὐπρόσοδον τῇ οἰκείᾳ μεταγάγοι
σπουδῇ, εἰς ἴδιον κέρδος τάς ἐντεῦθεν προσόδους λογίσεται σὺν ἅμα τοῖς ὑπ' αὐτὸν μοναχοῖς, μὴ παρὰ τινος τὸ σύνολον λογοπραγούμενος ἢ ἀνακρινόμενος.
’Αποχρώσα
μέντοι ἔσται τούτῳ ἡ ἐπὶ τῇ τοιαύτῃ νήσῳ διαιωνίζουσα δωρεά τῆς βασιλείας μου, καὶ οὐκ ἔξω τῶν ὁρίων ταύτης καθ' ἑτέραν νῆσον ἐπικτήσεταί
τι τὸ σύνολον˙
καὶ αὐτὰ γάρ, ὅσα ἐν τῇ νήσῳ Κῶ ὁθενδήποτε
αὐτῷ
προσεκτήθησαν μέχρι τοῦ νῦν, τῷ δημοσίῳ ἂπ' ἐντεῦθεν προσαφορισθήσονται, καὶ ὡς μηδέποτε τῇ κατ" αὐτὸν μονῇ προσαρμόσοντα λογισθήσονται˙ πάρεξ μὲν τοι τοῦ ὁλοκλήρου
νησιδίου τῆς Λειψώ, καὶ τῶν ἐν τῇ νήσῳ Λέρω δεσποζομένων παρ᾿ αὐτοῦ μέχρι τοῦ νῦν˙ τῶν γὰρ τοιούτων
δεσπόσει κατὰ τὴν τῆς προγεγονυίας αὐτῷ παρὰ τῆς ἡμῶν γαληνότητος ἐπὶ τούτοις χρυσοβούλλου γραφῆς περίληψίν τε καὶ δύναμιν,
καὶ καθὼς ἄχρι τῆς δεῦρο
δεσπόζων τούτων ἐτύγχανεν˙ ἕτερον δέ τι κατ᾿ οὐδένα
τρόπον ἐν οἱᾳδήτινι
νήσῳ οὐδαμῶς ἐπικτήσεται, αὐτῶν δὲ τούτων
μόνων καὶ τῆς ὅλης νήσου Πάτμου ὅ τε ἱερὸς οὗτος ἀνὴρ καὶ οἱ ὑπ' αὐτὸν σύμπαντες δεσπόσουσι μοναχοὶ οἷ τε νῦν καὶ ὄντες καὶ οἱ μετὰ ταῦτα ἐσόμενοι, ἔτι δὲ καὶ ἡ ἐν τῇ νήσῳ τῇ Πάτμω, ὡς εἴρηται, ἐκ καινῆς ἀνεγερθησομένη
σεβάσμια μονὴ ἔσται
κυριαρχοῦσα τούτων ἀπαρασπάστως τε καὶ ἀνυπεξαιρέτως, ὡς πάσης σεκρετικὴς εὐρεσιλογίας, μᾶλλον δὲ γλωσσαλγίας, ὑπερτεροῦσα,
καὶ ἀδιάσειστον
καὶ ἀπερίτρεπτον
τήν ἐπ' αὐτῆς δεσποτείαν ἔχειν ὀφείλουσα εἰς τὸν αἰῶνα τὸν ἅπαντα. Ἣτις καὶ αὐτοδέσποτος καὶ αὐτεξούσιος μετὰ τῆς ὅλης νήσου
διαμενεῖ ἐσαεί, καθ' ἑαυτὴν ἀγομένη καὶ διευθυνομένη κατὰ τὸ μέλλον ἐπὶ ταύτῃ γενέσθαι Τυπικὸν καὶ τὴν Διάταξιν παρὰ τοῦ δηλωθέντος εὐλαβοῦς μοναχοῦ Χριστοδούλου καὶ κτήτορος·
καὶ οὔτε αὓτη, οὔτε τὰ ὑπ' αὐτήν, ὡς ἄνωθεν εἴρηται, οὔθ' ἡ νῆσος αὐτή, ὑπὸ βασιλικά, ἢ πατριαρχικά, ἢ μητροπολιτικά, ἢ ἐπισκοπικά, ἢ ἐκκλησιαστικά,
ἢ ὑπὸ τινα ἰδιωτικὰ ὑπαχθήσεται ὅλως πρόσωπα, οὔτε μὴν ἐξόριστος τις πεμφθήσεται πώποτε ἐν αὐτοῖς, ἀλλ' ἐλευθεριάσουσι
καθαρῶς ἄχρι παντὸς αἰῶνος καὶ πλουτήσουσι διὰ τῆσδε τῆς εὐσεβοῦς χρυσοβούλλου γραφῆς τὸ αὐτοδέσποτόν τε καὶ ἐλευθέριον.
Ἐξκουσσευθήσεται
μέντοι ἣ τε ῥηθεῖσα ἅπασα νῆσος καὶ αὐτή ἡ μονή μετὰ τῶν ὑπ' αὐτὴν πάντων ἀπό τε μιτάτων ἀρχόντων
ταγματικῶν καὶ θεματικῶν, ῥωμαϊκῶν τε παραταγῶν καὶ ἐθνικῶν˙ ἔτι τε Ῥώσων, Βαράγγων, Κουλπίγγων, Ἰγγλίνων,
Φράγγων, Νεμίτσων, Βουλγάρων, Σαρακηνῶν, Ἀλανῶν, Ἀβασγῶν, ἀθανάτων καὶ λοιπῶν ἁπάντων Ῥωμαίων τε καὶ ἐθνικῶν ἀντιμιτατατικίων, φραγγιατών, ἀπομιτάτων ἀπλήκτων ἢ μεσαπλήκτων κριτῶν, στρατηγῶν, ἀπαιτητῶν, καὶ τῆς ὑπὲρ τῶν ἀπλήκτων
χορηγίας χρειῶν˙ ἐπιθέσεως
μονοπροσώπων˙ δόσεως κανισκίων ἢ ἀντικανίσκων˙ σιταρκήσεως κάστρων˙ ἀγορᾶς μουλαρίων, μεσομουλαρίων,
βορδωνίων, μεσοβορδωνίων, ἵππων,
παριππίων, κηλωνίων, ὀνοκηλωνίων, ὀνοθηλειῶν, φορβάδων, βοῶν ἐργατικῶν καὶ ἀγελαίων, χοίρων, προβάτων, αἰγῶν, ἀγελάδων, βουβαλίων, λαγωῶν, ἐλάφων, κυνῶν λακωνικῶν ἢ ποιμενικῶν καὶ λοιπῶν τετραπόδων ζῴων, χηνῶν, νηττῶν, περδικῶν, ταώνων, γεράνων, κύκνων, φασιανῶν, ὀρνίθων ἀγρίων ἢ χειροήθων, περιστερῶν καὶ λοιπῶν πτηνῶν, καὶ τῶν ἐξ αὐτῶν πάντων ᾠῶν˙ παροχῆς γεννήματος ἐξ ἀγορασίας γεγενημένου˙ δόσεως
πάκτου ἢ χωροπάκτου· χρείας κριτῶν ἢ πρωτονοτάριων ἢ ἑτέρων πρακτόρων ἢ ἀρχόντων˙ οἰκομοδου˙ προσόδου ἀερικού,
καπνικῶν, ἀερικοπρατῶν˙ κωμοδρομικοῦ˙ συνωνῆς· καστροκτισίας, ὁδοστρωσίας˙
γεφυρῶν˙ παροικιατικοῦ˙ ἐννομίου˙ φραγγομιτάτου˙ φραγετικοῦ˙ σιδήρου ἢ καρφοπετάλων καὶ μαζίου˙ ἐκβολῆς χρειῶν τῶν χορηγουμένων δικασταῖς ἢ πράκτορσιν ἢ ἑτέροις ἄρχουσι, δουξί, κατεπάνοις, στρατηγοῖς, ἀπαιτηταῖς καὶ λοιποῖς, πρέσβευσιν ἐθνῶν διερχομένοις ἢ καὶ στρατιᾷ τινι˙ δόσεως
προσκυνητικίου˙ ἐκβολῆς
χορτασμάτων˙ διατροφῆς πρωτοκεντάρχων, προελευσιμαίων,
βεστιαριτῶν, μανδατόρων τοῦ δρόμου
πρέσβεις ἀγόντων ἢ ἐξορίστους, ἢ κατὰ τινα ἄλλην χρείαν διερχομένων, βασιλικῶν ἀνθρώπων ἐπὶ τινας ἀποστελλομένων δουλείας τοῦ δημοσίου·
ἐκδανεισμοῦ γεννήματος, οἴνου, κρεῶν, τυρίων καὶ ἑτέρων παντοίων εἰδῶν˙ ἐξοπλίσεως
πλωίμων, τοξοτῶν, ἱπποτοξοτῶν, ματζουκάτων, κονταράτων καὶ ἑτέρων στρατιωτῶν ἐξωνήσεως ζευγαρίων, σίτου, κριθῆς, βρώμου,
ἐλαίου, ὀσπρίων παντοίων καὶ κέγχρου,
λιναρίου καὶ τοῦ τούτου
σπέρματος, καννάβεως καὶ τῶν ἄλλων σπερμάτων κηρίου ἢ μέλιτος
παροχῆς· κοπῆς καὶ καταβιβασμοῦ οἰασδητινος ξυλῆς ἢ μετακομιδῆς ἑτέρου εἴδους· κτίσεως χελανδίων, ἀγραρίων,
ζερμώνων πολεμικῶν, χαρβιῶν, καὶ λοιπῶν ἄλλων˙
πρίσεως σανίδων˙ φοσσάτου διατροφῆς καὶ ἀπλήκτου ἐπὶ πόλεμον ἀπιόντος ἢ καὶ ὑποστρέφοντας· καθίσματος καὶ ὑποδοχῆς τῶν ἐν ὑπεροχαῖς ἀρχόντων, δομεστίκων τῶν σχολῶν, δουκῶν, κατεπάνω, στρατηγῶν, κριτῶν καὶ τῶν ἀντιπροσωπούντων αὐτοῖς, ἐποπτῶν,
στρατευτῶν, ὀρθωτῶν, ἀναγραφέων, ἐξισωτῶν, δικαιοφυλάκων,
συνωναρίων, ὠρειαρίων, τοποτηρητῶν, ταξιαρχῶν, τουρμαρχῶν, μεραρχῶν, χαρτουλαρίων τοῦ τε δρόμου καὶ τῶν θεμάτων, κομήτων τῆς κόρτης, δομεστίκων τῶν θεμάτων,
δρουγγαροκομήτων, παραφυλάκτων καὶ παντὸς ἑτέρου
δουλείαν τοῦ δημοσίου μεταχειριζομένου· ἀγγαρείας, παραγγαρείας, ψωμοζημίας καὶ λοιπῆς ἁπάσης ἐπηρείας τε καὶ κακώσεως
νῦν τε οὔσης καὶ ἐσύστερον ἐπινοηθησομένης, καθὼς ἂν ὁ καιρὸς καὶ τὰ πράγματα ἐπιζητοῖεν γίνεσθαι.
Διό
παρεγγυώμεθα καὶ πάντας ἑξασφαλιζομεθα ἀπό τε τῶν κατὰ καιροὺς σακελλαρίων, γενικῶν καὶ στρατιωτικῶν λογοθετῶν, τῶν ἐπὶ τῆς ἡμετέρας
σακέλλης καὶ τοῦ
βεσταρίου, οἰκονόμων τῶν εὐαγῶν οἴκων, τῶν ἐπὶ τῶν οἰκειακῶν καὶ τῶν ἐφόρων τῶν βασιλικῶν κουρατορίων, εἰδικῶν, γηροτρόφων, ὀρφανοτρόφων,
τῶν ἐπὶ τοῦ θείου ἡμῶν ταμείου τοῦ Φύλακος, κουρατόρων τοῦ οἴκου τοῦ Ἐλευθερίου
καὶ τῶν
Μαγγάνων, οἰκιστικῶν, καὶ τῶν ὑπ' αὐτοὺς πρωτονοταρίων, λογαριαστῶν,
χαρτουλαρίων, βασιλικῶν νοταρίων καὶ νοταρίων, τοῦ μηδένα τῶν ἁπάντων ἐν οἱῳδηποτε χρόνῳ καθ᾿ οἱονδητινα τρόπον ἐπ' ἀδείας ἔχειν ἀθετεῖν μερικῶς ἢ καθ' ὁλόκληρον τὸν παρόντα εὐσεβῆ χρυσόβουλλον λόγον τῆς βασιλείας μου γεγενημένον κατὰ τὸν ’Απρίλλιον μῆνα τῆς ἑνδεκάτης ἰνδικτιῶνος τοῦ ςφϠς΄ ἕκτου ἔτους (†1088), ἐν ᾧ καὶ τὸ ἡμέτερον εὐσεβὲς καὶ θεοπρόβλητον ὑπεσημήνατο
κράτος.
†Ἀλέξιος ἐν Χριστῷ τῷ Θεῷ πιστὸς βασιλεὺς
καὶ αὐτοκράτωρ Ῥωμαίων ὁ Κομνηνὸς
ΠΗΓΗ:
Ἀκολουθία ἱερά τοῦ ΄Οσίου και Θεοφόρου Πατρός ἡμῶν Χριστοδούλου τοῦ
Θαυματουργοῦ, ΄Εκδοσις ΄Ι. Μονῆς Αγ. Ιωάννου Θεολόγου Πάτμου, 1990
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου