Μαγαλυνάρια
Ψαλλόμενα ἐν τή θ΄ ὠδή - Ἦχος γ΄
Ἀκατάληπτόν ἐστι, τό τελούμενον ἐν σοῖ,
καί Ἀγγέλοις καί βροτοῖς, Μητροπάρθενε ἁγνή.
Ἀγκαλίζεται χερσίν, ὁ Πρεσβύτης Συμεών,
τόν τοῦ νόμου Ποιητήν, καί Δεσπότην τοῦ παντός.
Βουληθεῖς ὁ Πλαστουργός, ἴνα σώση τόν Ἀδάμ,
μήτραν ὤκησε τήν σήν, τῆς Παρθένου καί ἁγνῆς.
Γένος ἅπαν τῶν βροτῶν, μακαρίζει σέ Ἁγνή,
καί δοξάζει σέ πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ.
Δεῦτε ἴδετε Χριστόν, τόν Δεσπότην τοῦ παντός,
ὄν βαστάζει Συμεών, σήμερον ἐν τῷ ναῶ.
Ἐπιβλέπεις πρός τήν γῆν, καί ποιεῖς τρέμειν αὐτήν,
καί πῶς γέρων κεκμηκῶς, σέ κατέχει ἐν χερσί;
Ζήσας ἔτη Συμεών, ἕως εἶδε τόν Χριστόν,
καί ἐβόα πρός αὐτόν, Νῦν ἀπόλυσιν ζητῶ.
Ἡ λαβίς ἡ μυστική, ἡ τόν ἄνθρακα Χριστόν,
συλλαβοῦσα ἐν γαστρι, σύ ὑπάρχεις Μαριάμ.
Θέλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός,
καί ναῶ προσφέρεσαι, τεσσαρακονθήμερος.
Κατελθόντ’ ἐξ οὐρανοῦ, τόν Δεσπότην τοῦ παντός,
ὑπεδέξατο αὐτόν, Συμεών ὁ Ἱερεύς.
Λάμπρυνόν μου τήν ψυχήν, καί τό φῶς τό αἰσθητόν,
ὅπως ἴδω καθαρῶς, καί κηρύξω σέ Θεόν.
Μητροπάρθενε ἁγνή, τί προσφέρεις εν ναῶ,
νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις Συμεών;
Νῦν ἀπόλυσιν ζητῶ, ἀπό σου τοῦ Πλαστουργοῦ,
ὅτι εἶδον σέ Χριστέ, τό σωτήριόν μου φῶς.
«Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν».
Ὄν οἱ ἄνω λειτουργοί, τρόμω λιτανεύουσι,
κάτω νῦν ὁ Συμεών, ἀγκαλίζεται χερσί.
Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι
Ἡ τή φύσει μέν Μονάς, τοῖς προσώποις δέ Τριάς,
φύλαττε τούς δούλους σου, τούς πιστεύοντας εἰς σέ.
Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ σωτηρίου σου Χριστὲ ἀγαλλίασιν΄ ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν,
Σκέπε, φρούρει, φύλαττε, τούς ἐλπίζοντας εἰς σέ.
Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία,
καὶ Πρέσβυρα τῷ Δεσπότῃ,
ἐν τῷ ναῷ διαρρήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα,
πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.
Ὁ Εἱρμός
Ἐν νόμω σκιά καί γράμματι, τύπον κατίδωμεν οἱ πιστοί,
πᾶν ἄρσεν τό τήν μήτραν διανοῖγον, ἅγιον Θεῶ, διό πρωτότοκον Λόγον,
Πατρός Ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί,
ἀπειράνδρω μεγαλύνωμεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου