Τρίτη 25 Σεπτεμβρίου 2018

Ὁ Ἅγιος Ἰωάννης ὁ Θεολόγος (26 Σεπτεμβρίου)


Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως 
τοῦ Χρυσοστόμου
Λόγος εἰς τόν Ἅγιον Ἰωάννην
τόν Θεολόγον καί Εὐαγγελιστήν
 Ἰωάννης ἐν Ἐφέσῳ τῆς Ἀσίας, Ἰωάννης τῆς Ἀσίας τὸ καύχημα, μᾶλλον δὲ τῆς οἰκουμένης ὁ στῦλος, Ἰωάννης ὁ ἀγαπητὸς τοῦ Χριστοῦ μαθητὴς, καὶ τοῦ Θεοῦ Λόγου σάλπιγξ, τῶν Ἐφεσίων τὸ κλέος, καὶ τῶν περάτων ὁ κήρυξ, ἡ κιθάρα τῆς θεολογίας, Θεολόγος ἀξίως καλούμενος· τὸ Χερουβικὸν στόμα, καὶ τὸ Σεραφικὸν μυσταγώγημα, ἢ καὶ ὑπὲρ ταῦτα εἰπεῖν οὐ παραιτήσομαι. Ὃν γὰρ αἱ ἄνω δυνάμεις ἀγγέλων τρόμῳ δοξάζουσιν, Ἰωάννης μεγάλῃ τῇ φωνῇ παῤῥησίᾳ ἐκήρυξεν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος.
Μακαρία εἶ, πόλις Ἐφεσίων, ὅτι ἐν σοὶ πρῶτον ἤχησεν ἡ τοιαύτη θεόλεκτος βροντή· μακαρία εἶ, πόλις Ἐφεσίων, ὅτι ἐν σοὶ συνετάγη τὸ τοιοῦτον γραμματεῖον· μακαρία εἶ, ὅτι ἐν σοὶ ὁ τοιοῦτος Ἰωάννης. Καὶ ἄλλοι μὲν γὰρ Ἰωάνναι ἐν ὅλῃ τῇ οἰκουμένῃ καὶ ἐν σοὶ, ἀλλ' οὐδεὶς τοιοῦτος Ἰωάννης, οὔτε ἐν σοὶ, οὔτ' ἐν ὅλῃ τῇ οἰκουμένῃ. Ὅθεν ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, καὶ γινώσκων τὰ κρύφια τῆς καρδίας, εὑρὼν αὐτὸν τοιοῦτον, ἅγιον καὶ ἀμίαντον, ὑψηλὸν τὸν βίον, καθαρὸν τῇ καρδίᾳ, κεκοσμημένον τῇ ἀγνείᾳ, τετελειωμένον ἐν ἀγάπῃ. τοῦτον ὡς πιστὸν ἐν πᾶσι πιστεύειν τὴν ἰδίαν μητέρα παραδοὺς, τὴν ἀμίαντον περιστερὰν, τὴν ἄσπιλον ἀμνάδα, τὴν ἀκηλίδωτον δάμαλιν, τὴν ἀσύγκριτον ἐν ἀνθρώποις, τὴν πάντων τῶν ποιημάτων Θεοῦ ἀνωτέραν· ὅπερ οὐδεὶς ἄλλος τῶν ἁγίων πεπίστευται.

Μακαρία εἶ, πόλις Ἐφεσίων, ὅτι τοιούτου σε ἀνδρὸς πόδες πάτησαν, οὗ τὴν καθαρὰν διαγωγὴν καὶ τὰ ἴχνη ἄγγελοι ἐθαύμασαν· μακαρία εἶ, πόλις Ἐφεσίων, ὅτι πρώτη πάσης πόλεως ὑψηλοτέρα ἀνεδείχθης, διὰ Ἰωάννην τὸν ἠγαπημένον· μακαρία εἶ, ὅτι πᾶσαι τῆς οἰκουμένης αἱ Ἐκκλησίαι σου μαθήτριαι τυγχάνουσι, παρὰ σοῦ διδαχθεῖσαι θεολογεῖν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ὥσπερ γὰρ ἐὰν ᾖ λύχνος ἔν τινι τόπῳ καιόμενος, καὶ πανταχόθεν πολλοὶ προστρέχοντες, ἐκεῖθεν ἕκαστος ἀνάψας θαῤῥῶν λοιπὸν πορεύεται, μηδαμῶς προσκόπτων, μηδὲ πλανώμενος· οὕτω καὶ ἐν Ἐφέσῳ γέγονε. Πρώτη ἀνάψασα τὸν τῆς θεολογίας λύχνον, πᾶσαι τῶν περάτων αἱ Ἐκκλησίαι πρὸς σὲ δραμοῦσαι, ἑκάστη τὴν ἑαυτῆς λαμπάδα τὴν θεολογίαν ἀνῆψε, καὶ ὑπέστρεψε χαίρουσα. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Καὶ ἐν Ἐφέσῳ τοῦ ἰδίου φωτὸς τῆς θεολογίας οὐκ ἠλαττώθη, καὶ ἡ οἰκουμένη τὰ ἴσα φῶτα κατέχουσα κηρύττει τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος.

Ἀναγκαῖόν τε καὶ τοὺς ἀγῶνας αὐτοῦ εἰς μέσον ἀγαγεῖν, ὅσον ἡμῖν δυνατὸν, ἐκ τῶν πολλῶν ὀλίγα· πάντα γὰρ αὐτοῦ τὰ κατορθώματα οὐκ ἐξαρκέσαι πᾶς ὁ καιρὸς πρὸς διήγησιν. Τὰ μὲν γὰρ πλεῖστα ἠκούσαμεν ἐκ τῆς βίβλου τῶν Πράξεων, ὅσα συνὼν τοῖς ἀποστόλοις καλῶς ἠγωνίσατο.
Ὕστερον ἐξόριστος ὑπὸ Δομετιανοῦ τοῦ τῶν Ῥωμαίων βασιλέως εἰς τὴν νῆσον τὴν καλουμένην Πάτμον γίνεται διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ τὸ κήρυγμα τῆς εὐσεβείας, καὶ Ἐκκλησίαν συγγράφει, ἣν ἔδειξεν αὐτῷ ὁ Θεὸς, καὶ Ἀποκάλυψιν μυστηρίων ἀῤῥήτων καὶ φοβερῶν, ἔπειτα καὶ τὰς ἁγίας αὐτοῦ τρεῖς Ἐπιστολάς. Σκόπει δὲ τὴν ἄφατον τοῦ Θεοῦ ἀγαθότητα, πανταχοῦ συγξενιτεύοντος τοῖς ἀγαπῶσιν αὐτόν· κἂν ἐν φυλακῇ κατέχωνται, κἂν ἐν ἐξορίαις τυγχάνωσιν, εἴτε ἐν βυθῷ θαλάσσης, εἴτε ἐν λάκκῳ κατακλεισθῶσιν, κἂν ὅπου δ' ἂν παραῤῥιφῶσιν, οὐ χωρίζεται τούτων, συμμαχῶν καὶ ἐνισχύων, καὶ τῶν πόνων ἐπικουφίζων.
Εἶτα ἐπανελθὼν τῆς ἐξορίας, καταλαμβάνει τὴν Ἔφεσον, κἀκεῖσε διατρίβων συντάττει τὸ Εὐαγγέλιον ὢν ἐτῶν ἑκατὸν, διαρκέσας ἕως ὅλων ἑκατὸν εἴκοσιν. Ἐκεῖσε διάγων συγγράφεται τὴν θεολογίαν, μᾶλλον δὲ ἐν οὐρανοῖς, ὅθεν αὐτὴν ἐκομίσατο· τῶν γὰρ τοιούτων ἐν οὐρανοῖς διάγει τὸ πολίτευμα. Ἐν Ἐφέσῳ διάγων, ἐν σαρκὶ, εἰς τὰ πέρατα τῆς οἰκουμένης τῆς θεολογίας τὴν σαγήνην ἐξήπλωσε λέγων, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ὡς ἀληθῶς Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός· ὁ εἰπὼν πρὸς αὐτοὺς, Ἐγὼ δώσω ὑμῖν στόμα καὶ σοφίαν.
Πόσοι βασιλεῖς καὶ δυνάσται καὶ σοφοὶ ἐφώνησαν πολλάκις ἐν δυνάμει μεγάλῃ, ἀλλ' ἡ φωνὴ αὐτῶν οὐδ' ἕως τῶν τειχέων τῆς πόλεως ἔφθασε; καὶ ὁ πένης ὁ ἁλιεὺς ἐν Ἐφέσῳ ἐφθέγξατο· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ πᾶσαν τὴν γῆν ἡ φωνὴ ἐκάλυψεν. Εἶδες στόμα πάσης φωνῆς ὑψηλότερον; εἶδες γλῶσσαν ἀστραπῆς ὀξυτέραν; εἶδες φωνὴν πάσης βροντῆς τρανοτέραν; εἶδες δύναμιν τοιαύτην; διδάσκαλον ἀπὸ τῆς Ἐφέσου πάντα τὰ ἔθνη μαθητεύοντα, καὶ θεολογεῖν διδάσκοντα· Ἐν ἀρχῇ ἦν ὁ Λόγος.
 Αὕτη ἡ φωνὴ τὴν οἰκουμένην ἡλίευσε, καὶ σαλευομένην ἐστήριξεν· αὕτη ἡ φωνὴ τὸν κόσμον ἐφώτισε, καὶ κατὰ τοῦ ἀντιπάλου ἐνίσχυσεν· αὕτη ἡ φωνὴ τῶν πολλῶν ἀνάστασις καὶ σωτηρίας πρόξενος τινῶν δὲ πτῶσις καὶ καθαίρεσις διὰ τὸ ἀντιλεγόμενον σημεῖον· τῶν μὲν πιστευόντων, ὅτι ἐν ἀρχῇ ἦν, ἀνάστασις· τῶν δὲ λεγόντων, ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, πτῶσις καὶ σιωπή. Πολὺ γὰρ πλῆθος τῶν αἱρετικῶν τότε ἐπαναστάντες ἐσάλευον τὴν Ἐκκλησίαν, ἀδικίαν εἰς τὸ ὕψος λαλοῦντες, καὶ λέγοντες, ὅτι ἦν ποτε, ὅτε οὐκ ἦν, καὶ πρὶν γενέσθαι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο.
 Ὦ στόματα μιαρὰ, καὶ γλῶσσαι ἐβδελυγμέναι, καὶ χείλη ἰοῦ ἀσπίδων πεπληρωμένα! Τί ταύτης τῆς βλασφημίας χεῖρον; τί ταύτης τῆς ἀθεΐας ἀτιμότερον; Ὅθεν ὁ ἀπόστολος Ἰωάννης μηκέτι φέρων ἀκούειν τὰς τούτων μιαρὰς φωνὰς, συντάττει τὸ Εὐαγγέλιον, παρακαταθεὶς τῇ Ἐκκλησίᾳ μέγαν θησαυρὸν, τὸν τέταρτον ποταμὸν, τὸν πολύτιμον μαργαρίτην.
Ἐπανελθὼν γὰρ, ὡς προείρηται, ἀπὸ τῆς ἐξορίας εἰς Ἔφεσον, καὶ κατανοήσας λοιπὸν, ὅτι τῶν λοιπῶν εὐαγγελιστῶν αἱ βίβλοι κατηρτίσθησαν, καὶ πᾶσα σχεδὸν θεόπνευστος Γραφὴ πρὸς οἰκοδομὴν τῆς Ἐκκλησίας, λείπει δὲ ὁ τέταρτος τῆς οἰκουμένης θεμέλιος, καὶ ὅτι τούτου ἐκτὸς τὴν οἰκουμένην σταθῆναι οὐκ ἔνι ἐλογίζετο ἐν ἑαυτῷ λέγων· «Τί ἀναβάλλομαι; τί, φησὶ, μακροθυμῶ ἔτι; τί οὐ προσφέρω εἰς μέσον τὸ ἀπὸ τῶν αἰώνων κεκρυμμένον μυστήριον; τί ἀποκρύβω ἑαυτῷ τὴν ἀπὸ τῶν αἰώνων σοφίαν, ἣν ἐκ τῆς ἀθανάτου πηγῆς ἐπιπεσὼν εἵλκυσα; τί οὐ δημοσιεύω, ὃν ἄγγελοι ἀγνοοῦσι; τί οὐκ ἀποκαλύπτω τοῖς πέρασιν, ὃν οὐδεὶς ἐπιγινώσκει, εἰ μὴ ὁ Πατήρ; τί οὐ γράφω, ὅπερ Ματθαῖος καὶ Μάρκος καὶ Λουκᾶς δι' ἐπαινουμένην δειλίαν παρασιωπήσαντες παρέδραμον, τελέσαντες τὰ προστεταγμένα αὐτοῖς; Ὅθεν λαλήσω κἀγὼ κατὰ τὴν δοθεῖσάν μοι δωρεὰν ἄνωθεν. Ματθαῖος μὲν ὅσον ἐχώρει, ἔγραψε κατὰ τὴν ἰδίαν δύναμιν, Μάρκος δὲ καὶ Λουκᾶς ὁμοίως κατὰ τὴν τοῦ ἁγίου Πνεύματος χορηγίαν τὰς ἑαυτῶν βίβλους θεοπρεπῶς ἐδογμάτισαν.

Γράψω κἀγὼ καὶ προσθήσω τοῖς ἔμπροσθεν τὴν τετάρτην πηγὴν τῆς ζωῆς. Λείπει γὰρ εἰς θεοσύστατον φωνὴν ὁ περὶ θεολογίας λόγος, καὶ κινδυνεύει ὁ κόσμος ἐν τῷ μέρει τούτῳ. Γράψω βίβλον, δι' ἧς ἐμφραγῇ πᾶν στόμα λαλοῦν κατὰ Θεοῦ ἀδικίαν· γράψω βίβλον τὴν καλύπτουσαν πᾶσαν ἐν κόσμῳ σοφίαν· γράψω βίβλον, οὐ περὶ ἀνθρώπου διηγουμένην. Οὐ γὰρ λείπει τῇ Ἐκκλησίᾳ, ἃ περὶ τούτων ἔγραψε Μωϋσῆς περὶ οὐρανοῦ τε καὶ γῆς καὶ θαλασσῶν καὶ ἰχθύων καὶ πετεινῶν καὶ τετραπόδων, καὶ ἑρπετῶν καὶ φυτῶν καὶ σπερμάτων καὶ φωστήρων καὶ βρωμάτων καὶ λοιπῆς κτίσεως· ἐγὼ δὲ πάντα τὰ ἀπὸ χρόνου καὶ ἐν χρόνῳ γινόμενα καταλείψας, λαλήσω περὶ τοῦ ἀχρόνου καὶ ἀκτίστου τοῦ πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς ἀῤῥήτως γεννηθέντος Θεοῦ Λόγου, περὶ οὗ Μωϋσῆς οὗτος εἰπεῖν οὐκ ἴσχυσεν· ἐγὼ δὲ Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ».
 Ταῦτα ἐν ἑαυτῷ σκεπτόμενος ὁ ἀπόστολος Ἰωάννης, καὶ τὸν γραφικὸν κάλαμον ἐν τῇ χειρὶ κατέχων, καὶ ἐννοῶν πῶς τῆς θεολογίας ἄρξηται, χαίρων μὲν τῇ ψυχῇ, τρέμων δὲ τῇ χειρὶ μετάρσιος γίνεται, καὶ τῷ σώματι ἐν Ἐφέσῳ ὢν τῇ καθαρᾷ καρδίᾳ τῷ πνεύματι μετέωρος ὑπῆρχε. Καταλείψας οὖν πᾶσαν τὴν γῆν, διεπέρασε τὸν ἐν μέσῳ κεχυμένον ἀέρα, παρέδραμε τὰς τῶν ἀστέρων διακοσμήσεις, παρῆλθε τὰς στρατιὰς τῶν ἀγγέλων, τὰς τῶν ἀρχαγγέλων χοροστασίας, καὶ πάσας τὰς νοερὰς δυνάμεις, Χερουβὶμ καὶ Σεραφὶμ τάγματα, καὶ πάντα, ὅσα ἐξ οὐκ ὄντων παρήχθη, κατέλιπε, καὶ ὑπερέβη πάντας τοὺς οὐρανοὺς, καὶ ὅσα οὐκ ἦν παρέδραμε.
Προσήγγισε τοὺς ὅρους τῶν ἀνεφίκτων, καὶ οὐδεὶς ὁ κωλύων ἢ ἐμποδίζων τὴν τούτου ἄνοδον. Πᾶς γὰρ ἄσπιλος τῷ σώματι, καθαρὸς δὲ τῇ καρδίᾳ, καὶ τὴν ψυχὴν ἄκακος, καὶ ταπεινὸς τῷ πνεύματι, οὔτε ὑπὸ τῶν ἀερικῶν πνευμάτων ἐμποδίζεται, οὔτε ὑπὸ τῶν οὐρανίων δυνάμεων κωλύεται ἀνελθεῖν εἰς τὴν ἄνω Ἱερουσαλὴμ, ἔνθα πάντες οἱ μακάριοι συνάγονται, ὥσπερ οὗτος ὁ μακάριος ἀπόστολος ὁ μικρότερος Ἰωάννης, καὶ μείζων τοῦ μεγάλου ἁγίου Ἰωάννου.

Διὰ πάντων οὖν παρῆλθε, καὶ οὐδεὶς ὁ ἀντιβαίνων. Ἄγγελοι γὰρ ὁρῶντες ἀπὸ γῆς ἄνθρωπον ἀγγέλων ἐνδοξότερον, μηδὲν ἔχοντες εἰπεῖν, ἐσιώπων· οἱ τῶν ἀγγέλων δὲ χοροὶ ἄλλον ἀπὸ γῆς ἄγγελον λαμπρὸν τῇ παρθενίᾳ, πλήρη ἁγιασμοῦ, καθαρὸν τῇ καρδίᾳ, ἐμπεπλησμένον εὐωδίας κατασχεῖν οὐκ ἐτόλμησαν. Αἱ πύλαι τῶν οὐρανῶν πάλιν ἰδοῦσαι ξένον πρόσωπον δεδοξασμένον, ὑπὲρ τὸν ἥλιον θείας ἀκτῖνας ἀποστίλβοντα, καὶ ὑπονοοῦσαι τοῦτον εἶναι, ὃν ἠγάπα ὁ Ἰησοῦς, τὸν ἐν τῷ στήθει αὐτοῦ ἐν πολλῇ καθαρόθητι ἀναπεσόντα, ὅθεν καὶ ἡ τοιαύτη αὐτῷ δόξα περικέχυται, σπουδαίως ἀνεῳχθεῖσαι τὴν εἴσοδον παρεχώρουν.
Εἶτα ἐπλησίασε λείπων τὰ ἀνεπίβατα· ἔφθασεν εἰς τὸν ἄνω βυθόν. Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Ἀληθὴς ἡ θεία φωνὴ διὰ τοῦ προφήτου λέγουσα, Ἀλλ' ἢ τοὺς δοξάζοντάς με δοξάσω· καθὼς περὶ τούτου καὶ ὁ θεοπάτωρ Δαυῒδ προεφήτευσεν, ὅτι Τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν· καὶ πάλιν, Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. Τί γὰρ μεῖζον τούτου τοῦ θαύματος, εἰς τοσοῦτον ὕψος ἀφικέσθαι ἄνθρωπον χοϊκόν; Ἐν πολλῇ παῤῥησίᾳ, καὶ ὅσα δυνατόν ἐστι θεαθῆναι, ἐθεάσατο, καὶ εἰς τὰ ἐπέκεινα αὐτὸν φιλονεικεῖν βουλόμενον, «Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται», καθὼς γράφει Παῦλος ὁ ἀπόστολος· καθὼς καὶ αὐτὸς Ἰωάννης τὰ ὅμοια, ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε.
Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Ὅτι Παῦλος μὲν καλῶς ἔγραψε λέγων· «Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται». Ἐνταῦθα γὰρ οὐκ ἔστι, τὰ κατὰ ἀνθρώπους, οὔτε τὰ κατὰ φύσιν, ἀλλὰ τὰ ὑπὲρ φύσιν· οὔτε τῆς δουλείας, ἀλλὰ τῆς υἱοθεσίας καὶ φιλίας (Ὑμεῖς γὰρ φίλοι μου ἐστὲ, οὐκέτι καλέσω ὑμᾶς δούλους)· οὔτε μὴ καθαρὰ, ἀλλὰ καθαρὰ καὶ λαλούμενα, καθὼς πρὸς αὐτοὺς ἡ θεία φωνὴ λέγει, ὅτι «Ὑμεῖς καθαροί ἐστε· οἱ δὲ καθαροὶ τῇ καρδίᾳ τὸν Θεὸν ὄψονται».

Ταῦτα τοίνυν τὰ μέγιστα καὶ θεῖα χαρίσματα ἐπιφερόμενος ὁ Ἰωάννης, καὶ τεθαῤῥηκὼς ἐπὶ τὰ ὑψηλὰ ἐπιβὰς, ἔφθασεν εἰς τὸ ἀπέραντον πέλαγος, καὶ τοῖς ἀμιάντοις αὐτοῦ τῆς καρδίας ὀφθαλμοῖς θεασάμενος ἐν τοῖς κόλποις τοῦ ἀνάρχου Πατρὸς τὸν συνάναρχον Λόγον, τὸν πρὸ πάντων αἰώνων ἐκ τοῦ Πατρὸς ἀῤῥήτως γεννηθέντα, καὶ μηκέτι τὴν ἀνεκλάλητον ἐκείνην χαρὰν ἐν ἑαυτῷ κατέχειν ἐνισχύων τὸ ἅγιον καὶ σεραφικὸν αὐτοῦ στόμα, καὶ μεγάλῃ τῇ φωνῇ ἀνέκραξε λέγων· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος».
Βλέπε μοι σύνεσιν ἁλιέως, σκόπησον σοφίαν ἀνδρὸς ἀγραμματίστου. Εἶδές μοι ὕψος διδασκάλου ἀδιήγητον, ἐν Ἐφέσῳ καθεζόμενον, καὶ τὰ ὑπεράνω τῶν οὐρανῶν θεώμενον; Τῷ πνεύματι εἰς τὸν ἄνω βυθὸν ἀπεδήμησε, καὶ ἐκ τοῦ πατρικοῦ κόλπου τὴν θεολογίαν ἁλιεύσας τῷ σώματι κάτω ἔγραφεν· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος»
. Ἀκούσατε, οἱ πιστοὶ, καὶ στηρίχθητε, Ἐν ἀρχῇ ἦν ὁ Λόγος· ἀκούσατε, οἱ γλωσσαλγοῦντες ἀντίλογοι, καὶ αἰσχύνθητε, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Μηκέτι παῤῥησιάζεσθε βλάσφημοι, μηκέτι πολεμεῖτε τὴν Ἐκκλησίαν ἀντίχριστοι· μηκέτι παρανομεῖτε, μηκέτι ὑψοῦτε κέρας, Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, καὶ μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν, λέγοντες, ὅτι «Ἦν πότε, ὅτε οὐκ ἦν, καὶ πρὶν γενέσθαι οὐκ ἦν», καὶ ὅτι «μἐξ οὐκ ὄντων ἐγένετο». «Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον». Αὐτὸς γὰρ ἦν καὶ προῆν, καὶ ἀεὶ ἦν, οὔτε ἀρξάμενος, οὔτε παυσάμενος τοῦ εἶναι, οὔτε ἐν χρόνῳ ὁ ἄχρονος, οὔτε κτίσμα, ἢ ποίημα· αὐτὸς γὰρ ποιητὴς καὶ δημιουργὸς τῶν ἁπάντων, ὁρατῶν τε καὶ ἀοράτων. «Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο».
Ἀληθῶς καὶ νῦν εἰπεῖν καιρὸς ἐκεῖνο τὸ προφητικὸν λόγιον, «Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.
Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης», καὶ ἔδωκεν αὐτὴν Ἰωάννῃ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Θέασαί μοι γὰρ διὰ μιᾶς φωνῆς πῶς Τὴν οἰκουμένην πᾶσαν ἐκατόρθωσεν, ἥτις οὐ σαλευθήσεται· βλέπε μοι ἕνα ἄνθρωπον ἐν Ἐφέσῳ καθεζόμενον, καὶ τὸν κόσμον ὅλον θεολογίαν διδάξαντα· κατανόησον, πόσαι κατὰ ἀνατολὴν πολιτεῖαι, πόσαι χῶραι, πόσαι Ἐκκλησίαι, πόσαι πάλιν ἐπὶ δυσμὰς ἡλίου, καὶ τὴν μεγάλην Ῥώμην ὁμοίως, καὶ ἐπὶ τὰ πλευρὰ, καὶ ἐπὶ τὰ μέρη τοῦ νότου, τήν τε Καππαδόκων χώραν, καὶ τὰ ἐν μέσῳ πάντα, νήσους, ἐρήμους, καὶ τὰ ἄκρα τῆς γῆς. Ἐννόησον πάλιν τῶν Ἐκκλησιῶν τὰ πλήθη, τὸν κλῆρον, καὶ τὰ πλήθη τοῦ λαοῦ, ἀνδρῶν τε καὶ γυναικῶν, εἰ δύνασαι ἐξαριθμῆσαι τούτους.

Ἀλλ' εὐκοπώτερον ἄμμον θαλάσσης ἐξαριθμῆσαι ἢ τοσαῦτα πλήθη. Καὶ οὗτοι πάντες μαθηταὶ Ἰωάννου, παρ' αὐτοῦ διδαχθέντες θεολογεῖν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ ἐπὶ τῆς ἀγορᾶς τοῦτο ψάλλουσιν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ ὁδοιπόροι, καὶ πελάγιοι καὶ πλωτῆρες τοῦτο μελῳδοῦσιν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ἐν ταῖς ἐρήμοις, καὶ ἐν τοῖς ὄρεσι καὶ ἰδιῶται καὶ σοφοὶ, καὶ μικροὶ καὶ μεγάλοι καὶ πᾶς ὅστις ἐννοεῖ, ταῦτα θεολογεῖ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ λοιπὸν ἐν τῷ πληθυνθῆναι πανταχοῦ κράζοντας ἀπαύστως τὸ Ἦν καὶ ἦν ἐξέλιπον οἱ λέγοντες τὸ Οὐκ ἦν.
Οἱ θεολογοῦντες ἐπληθύνθησαν, καὶ οἱ ματαιολογοῦντες ἐξέλιπον· οἱ εὐσεβεῖς προέκοψαν, καὶ οἱ ἀσεβεῖς προσέκοψαν· οἱ πιστοὶ εὐφράνθησαν, καὶ οἱ ἄπιστοι ἐτάκησαν. Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν. Τὰ μωρὰ τοῦ κόσμου ἐξηλέγχθησαν, καὶ οἱ σοφοὶ τοῦ κόσμου κατηργήθησαν.

Ἀλλὰ μέχρι τίνος οὐ στήσω τὸν περὶ αὐτῶν λόγον; Καὶ γὰρ εἰ ἐπιμενῶ τοῦ λέγειν, οὐ μὴ φθάσω τὸ ὕψος διηγήσασθαι τῆς τούτων δόξης. Τὴν γὰρ δόξαν, ἣν ἔλαβε παρὰ τοῦ Πατρὸς ὁ διδάσκαλος, δέδωκεν αὐτοῖς.
 Καὶ τί λοιπὸν ἐπιμένω διήκων ἀνέφικτα; Καὶ γὰρ καὶ ἅπερ εἰπεῖν ἐτολμήσαμεν, οὐχ ὅσον ἄξιον τοῦ προκειμένου χοροῦ τῶν ἁγίων μαθητῶν, ἀλλ' ὅσον δυνατὸν τῇ ἡμετέρᾳ δυνάμει· τὸ γὰρ τούτους ἐπαξίως ἐγκωμιάσαι πᾶς ἄνθρωπος ἀπορεῖ. Ὅθεν κἀγὼ φόβῳ λαλῶ, ἃ λαλῶ περὶ τούτων, μή πως διὰ τὴν οἰκείαν ἀνικανίαν, καὶ τὸ σμικρὸν τοῦ λόγου καὶ πενιχρὸν, σμικρύνω τούτων τοὺς ἐπαίνους, καὶ ἀγανακτεῖν αὐτοὺς κατ' ἐμαυτοῦ παρασκευάσω. Πλὴν ὥσπερ εἰς πάντας συμπαθεῖς ὄντες, καὶ τανῦν συγγνώσονται τῇ ἡμετέρᾳ ἀσθενείᾳ. Εἰ γὰρ λοιδορούμενοι εὐλογοῦσι, διωκόμενοι ἀνέχονται, δυσφημούμενοι παρακαλοῦσι, πολλῷ μᾶλλον ἐγκωμιαζόμενοι κατὰ τὴν ἡμῶν δύναμιν οὐ μὴ ἀγανακτήσουσιν ἐπιστάμενοι τὸ ἀσθενὲς τῆς φύσεως, εἰ καὶ τὸ ὑπὲρ φύσιν νῦν εἰληφότες παρὰ τοῦ ἀγαπήσαντος Θεοῦ. Καὶ λοιπὸν οἱ ποτὲ πτωχοὶ γεγόνασι πλούσιοι, οἱ ἄδοξοι ἔνδοξοι, οἱ ἀγράμματοι σοφοὶ, οἱ τῶν ἰχθύων ἁλιεῖς, ἁλιεῖς ἀνθρώπων· καὶ οὕτω τὸν δρόμον τελέσαντες ἐξεδήμησαν πρὸς τὴν οὐκ ἔχουσαν τέλος ζωὴν, πρὸς τὸν ἑαυτῶν διδάσκαλον καὶ Κύριον Ἰησοῦν Χριστόν· αὐτῷ ἡ δόξα. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου