Τὴν χεῖρά σου τὴν ἁψαμένην
Δίχορο δοξαστικό Θ' ώρας των Θεοφανείων, προαπαγγελομένης της "φήμης", μέλος Ιακώβου Πρωτοψάλτου. Ήχος πλάγιος του Α΄
Ψάλλουν Βατοπαιδινοί πατέρες
Τὴν χεῖρά σου τὴν ἁψαμένην,
τὴν ἀκήρατον κορυφὴν τοῦ Δεσπότου (ἐκ γ´)
μεθ᾽ ἧς καὶ δακτύλῳ αὐτόν, ἡμῖν καθυπέδειξας,
ἔπαρον ὑπὲρ ἡμῶν, Βαπτιστά,
ὡς παρρησίαν ἔχων πολλήν·
καὶ γὰρ μείζων τῶν Προφητῶν ἁπάντων,
ὑπ᾽ αὐτοῦ μεμαρτύρησαι.
Τοὺς ὀφθαλμούς σου πάλιν δέ,
τοὺς τὸ Πανάγιον Πνεῦμα κατιδόντας,
ὡς ἐν εἴδει περιστερᾶς κατελθόν,
ἀναπέτασον πρὸς αὐτὸν Βαπτιστά,
ἵλεων ἡμῖν ἀπεργασάμενος.
Καὶ δεῦρο στῆθι μεθ᾽ ἡμῶν (ἐκ γ´)
ἐπισφραγίζων τὸν ὕμνον,
καὶ προεξάρχων τῆς πανηγύρεως.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου