ΚΑΤΑΒΑΣΙΕΣ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΣΩΤΟΥ
Μέλος ἀργὸ εἰρμολογικὸ ὑπὸ Πέτρου Βυζαντίου (+1808).

Ὠδὴ α' Ἦχος β'
Τὴν Μωσέως ᾠδήν, ἀναλαβοῦσα βόησον ψυχή. Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν,
οὗτός μου Θεὸς καὶ δοξάσω αὐτόν.
Ὠδὴ γ'
Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεὸς ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου.
Ὠδὴ δ'
Τὴν ἐκ Παρθένου σου γέννησιν, ὁ Προφήτης προβλέπων, ἀνεκήρυττε βοῶν· Τὴν ἀκοήν σου ἀκήκοα καὶ ἐφοβήθην, ὅτι ἀπὸ Θαιμάν, καὶ ἐξ ὄρους ἁγίου κατασκίου, ἐπεδήμησας, Χριστέ.
Ὠδὴ ε'
Τῆς νυκτὸς διελθούσης, ἤγγικεν ἡ ἡμέρα, καὶ τὸ φῶς τῷ κόσμῳ ἐπέλαμψε· διὰ τοῦτο ὑμνεῖ σε τάγματα Ἀγγέλων

καὶ δοξολογεῖ σε Χριστὲ ὁ Θεός.
Ὠδὴ ς'
Βυθῷ ἁμαρτημάτων, συνέχομαι Σωτήρ, καὶ ἐν πελάγει τοῦ βίου βυθίζομαι ἀλλ' ὥσπερ τὸν Ἰωνᾶν ἐκ τοῦ θηρός,

κᾀμὲ τῶν παθῶν ἀνάγαγε, καὶ διάσωσόν με.
Ὠδὴ ζ'
Τὰ Χερουβὶμ μιμούμενοι, Παῖδες, ἐν τῇ καμίνῳ ἐχόρευον βοῶντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει, ἐπήγαγες ταῦτα πάντα διὰ τὰς ἁμαρτίας ἡμῶν,

ὁ ὑπερύμνητος καὶ δεδοξασμένος εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ η'
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Τὸν ἐν τῇ βάτῳ Μωσῆ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὄρει προτυπώσαντα ποτέ, ὑμνεῖτε, εὐλογεῖτε,

καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ'
Τῶν γηγενῶν τὶς ἤκουσε τοιοῦτον, ἢ τὶς ἑώρακε ποτὲ; ὅτι παρθένος εὑρέθη ἐν γαστρὶ ἔχουσα, καὶ ἀνωδίνως τὸ βρέφος ἀποτεκοῦσα τοιούτόν σου τὸ θαῦμα

καὶ σὲ ἁγνὴ Θεοκυῆτορ Μαρία μεγαλύνομεν.
Ζωντανὴ ἠχογράφηση στὸν Πανίερο Ναὸ τῆς Εὐαγγελιστρίας Τήνου.
12 Φεβρουαρίου 2012.
Ψάλλουν οἱ χοροὶ τοῦ Ναοῦ ὑπὸ τούς:
Στυλιανὸ Κοντακιώτη, Πρωτοψάλτη καὶ
Μιχαὴλ Γιαννίτση, Λαμπαδάριο.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου