Παρασκευή 23 Δεκεμβρίου 2016

«Εἰς ἀπογραφήν τῆς Ἁγίας Μαρίας, .... "





ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
 ΑΘΑΝΑΣΙΟΥ
ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ

Λόγος
(ἀναγιγνωσκόμενος τῇ κδ΄ Δεκεμβρίου ἐν τῷ Καθολικῷ τῆς κατά Πάτμον Ἱερᾶς Μονῆς
Ἁγίου Ἰωάννου τοῦ Θεολόγου)

«Εἰς  ἀπογραφήν τῆς Ἁγίας Μαρίας,
καί εἰς τόν Ἰωσήφ»

Εὐλόγησον Πάτερ,

σπερ οἱ τὴν χρυσῖτιν γῆν μεταλλεύειν λαχόντες ἐργάται, ἐπὰν εὕρωσι φλέβα ψήγματα τοῦ ζητουμένου προβάλλουσαν, ἐκεῖ σχολάζουσιν, ἐκεῖ παρορύττουσιν, ὡς ὁδηγῷ τοῦ κέρδους· καὶ οὐ κατόπιν ὁδεύουσι, μὴ πρότερον τὸν τόπον ἀμείβοντες, ἕως οὗ τὸν φωλεὸν τοῦ προκειμένου καταλάβωσι· τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς οἱ τῆς ἐκκλησιαστικῆς ἐργασίας ἐργοδόται, τὸν εὐαγγελιστὴν Λουκᾶν μετὰ χεῖρας ἔχοντες, πρὸς κατανόησιν τοῦ δεσποτικοῦ τῆς ἐκ Παρθένου ἀποκυήσεως θησαυροῦ, οὐ πρότερον τῆς ἐρεύνης παυσώμεθα, ἕως οὗ τὸν προκείμενον πλοῦτον γνησίως ἀναλεξώμεθα. Διὰ τοῦτο καὶ κατὰ τάξιν τὸν εὐαγγελιστὴν ἀνιχνεύσομεν, ἵνα μηδὲν τῶν ἐπικερδῶν καταλείπωμεν. Εἰ γὰρ καὶ μικρὰ ἐν προοιμίοις τὰ ῥήματα, ἀλλ' ὅμως μεγάλα τῆς χαρᾶς τὰ μυσταγωγήματα. Καὶ μηδεὶς ἀκηδιάσῃ τῷ λόγῳ, μικρὰ τὰ παραναγνωσθέντα τῇ ἀκοῇ δεξάμενος. Ὡς γὰρ πρὸς τὴν δύναμιν τοῦ γεννηθέντος Δεσπότου μικρὰ καὶ σφόδρα μικρὰ τὰ παραναγνωσθέντα, σπάργανα, καὶ φάτνη, καὶ τόπος ἀνεπιτήδειος. Καὶ ταῦτα μὲν μικρὰ, τὰ δὲ προκείμενα μυστικά· γαστὴρ ἀνερμήνευτος, κόλπος ἀκατάληπτος, μαζὸς ἁγιόριζος, γάλα ξενοῤῥυὲς, θηλὴ τῆς φυσικῆς νομῆς ἀλλοτρία, ἡ Μήτηρ τοῦ Κυρίου ἐναπόγραφος γενομένη, ὁ μνηστὴρ Ἰωσὴφ ὀνόματος, καὶ οὐ πράγματος κοινωνίαν ἀσπαζόμενος.
Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· «Ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο, ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν. Ἐπορεύθη δὲ καὶ Ἰωσὴφ ἐκ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαβὶδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαβὶδ, ἀπογράφεσθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ, οὔσῃ ἐγκύῳ.» Εἶδες πῶς μικρὰ τὰ ῥήματα, καὶ μεγάλα τὰ μυσταγωγήματα; Ὁ Κύριος ἐκυοφορεῖτο, καὶ πρώτη ἀπογραφὴ ἐνομοθετεῖτο ὁ πᾶσαν τὴν κτίσιν ἐναπόγραφον ἔχων, καὶ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς φήσας· «Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.» Ἐν τοῖς μικροῖς Ῥωμαϊκοῖς κώδιξι τὴν ἑαυτοῦ μητέρα ἐναπόγραφον γενέσθαι συνεχώρει. Τίς μὴ λαλήσῃ; Τίς μὴ θαυμάσῃ τὴν τοῦ Κυρίου συγκατάβασιν; Ἄνω ἐλεύθερος, καὶ κάτω ἐναπόγραφος· ἄνω Υἱὸς, καὶ κάτω δοῦλος· ἄνω βασιλεὺς, καὶ κάτω μισθωτός· ἄνω πλούσιος, καὶ κάτω ἐνδεής· ἄνω προσκυνούμενος, καὶ κάτω φορολογούμενος· ἄνω θεϊκὸς θρόνος, καὶ κάτω ἀγροικικὸν σπήλαιον· ἄνω ὁ πατρῷος καὶ ἀκατάληπτος κόλπος, καὶ κάτω ἀλογοτροφεῖον μικρὸν, καὶ φάτνιον. Τίς μὴ θαυμάσῃ μεγάλα ἄνω πράγματα, καὶ μικρὰ κάτω σπάργανα; Ὁ λύων ἐδέδετο· ὁ τρέφων ἐτρέφετο· ὁ ἀκατάληπτος παιδίον ἐφαίνετο· ὁ πηγὰς ἀπολύων μαζὸν ἐδανείζετο· ὁ πάντα φέρων, ἀνερμηνεύτως ἐφέρετο· ὁ μηδαμοῦ ἀπολιμπανόμενος ἐν μέρει ἀπεριγράπτως περιγραφόμενος. Ὢ τῶν παραδόξων πραγμάτων! Ἡ Ἐλισάβετ  ἐν οἰκίσκῳ φαιδρῷ ἀπεκύησε, καὶ ἡ Παρθένος ἐν τῷ μικρῷ σπηλαίῳ ἐγέννησεν· Ἰωάννης ἐπὶ κλίνης, καὶ ὁ Κύριος ἐν φάτνῃ. Οὐχ ἁπλῶς ἡ τοῦ Κυρίου ἐκ Παρθένου γέννησις· οὐχ ἁπλῶς τὸ τοῖς σπαργάνοις αὐτὸν κατειληθῆναι· οὐχ ἁπλῶς τὸ μαζὸν ἑλκῦσαι· οὐχ ἁπλῶς τὸ ἐν φάτνῃ ἀνακλιθῆναι· οὐχ ἁπλῶς τὸ τῇ τοῦ Αὐγούστου ἀπογραφῇ προσκληθῆναι· πάντα διὰ τὶ, καὶ πρὸς τὶ, καὶ αἰνιγματώδη. Ἐκ Παρθένου τίκτεται, ἵνα τὸν ἐκ Παρθένου γῆς χοοπλαστηθέντα πρωτόπλαστον Ἀδὰμ διορθώσηται. Σπαργάνοις κατείληται, ἵνα τὰς σειρὰς τῶν ἁμαρτιῶν ἡμῶν ἐκλύσῃ, δεσμὰ δεσμοῖς λύων, κατὰ τὸ φάσκον ῥητόν· «Σειραῖς γὰρ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται.» Μαζὸν εἵλκυσεν, ἵνα τὸ γάλα τῆς χάριτος βρύσῃ, ὅπερ ἐκ τῆς οἰκείας πλευρᾶς ἀνέβλυσε· γάλα γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ αἷμα λευκανθέν. Ἐν φάτνῃ ἀνεκλίθη, ἵνα τὴν ἀλογίαν τῆς ἀνθρωπότητος διορθώσηται, καὶ τῶν δύο ζώων τροφὴ γένηται· ποίων δύο ζώων; τοῦ ἐθνικοῦ καὶ τοῦ Ἰουδαϊκοῦ λαοῦ περὶ ὧν γέγραπται· «Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ.» Τὴν ἐπὶ Αὐγούστου Καίσαρος ἀπογραφὴν κατεδέξατο, ἵνα τὴν οἰκουμενικὴν ἀταξίαν διορθώσηται. Αὕτη γὰρ ἡ ἀπογραφὴ τῆς οἰκουμενικῆς εὐταξίας ἀῤῥαβὼν γεγένηται.
 Καὶ ὅτι ἀληθῆ τὰ λεγόμενα, διὰ βραχέων ἄκουε. Πρὸ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως πολλὴ τυραννὶς τὸ τῶν ἀνθρώπων κατεῖχε γένος· ἀλόγως τὸ τῆς γῆς ἐκυβερνᾶτο χωρίον· ἐνέπαιζον εἰς τὸ βασιλικὸν ἀξίωμα· πολλῶν τῶν ἀνθρώπων πλῆθος βασιλέων ἐφυτουργεῖτο· ἑκατόν πού τις ἄνδρας ἔχων ὑφ' ἑαυτὸν, εὐθέως τὸ τῆς βασιλείας ἐσφετερίζετο σχῆμα. Τοιαύτη τῶν ἐθνῶν ἡ ἅμιλλα· τοπαρχίας ἀγαπῶντες, καὶ τόπον ἐκ τόπου μὴ διαβαίνοντες, εἰ μὴ τρόπον τινὰ κατ' ἀλλήλων ὡπλίσαντο. Ταύτης τῆς συγχύσεως χρονοτριβουμένης, μόνον ὁ Κύριος κατεδέξατο ἐπὶ γῆς τὸ παρθενικὸν οἰκῆσαι παλάτιον, εὐθέως τὴν μὲν πολυαρχίαν παύει, τὴν δὲ μοναρχίαν φυτουργεῖ, τὴν Ῥωμαίων ἀρχὴν πάντων ἡγεμονεύειν κληρώσας, κατὰ μίμησιν τῆς ἐπουρανίου διατριβῆς. Ὥσπερ γὰρ ἐν οὐρανῷ μία ἡ τοῦ Θεοῦ βασιλεία κρατεῖ, καὶ πάντες οἱ ἄγγελοι τῷ θελήματι αὐτοῦ ὑποτάσσονται, τῶν δαιμόνων δίκην βαρβάρων ἀφηνιασάντων· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς γῆς, εἰ καὶ πολλὰ τὰ ἀνυπότακτα ἔθνη, ἀλλ' ὅμως μία ἡ τῶν Ῥωμαίων βασιλεία κρατεῖ. Διὰ ταύτην οὖν τὴν εὐταξίαν τὴν πρώτην ἀπογραφὴν ὁ κυοφορούμενος βασιλεὺς προσέταξεν ἐπὶ Αὐγούστου συγκροτηθῆναι· ὅθεν καὶ αὐτὸς ἑαυτὸν ἐναπόγραφον γενέσθαι τῇ Ῥωμαίων ἀρχῇ παρεχώρησε πρὸς βεβαίωσιν τῶν θεσπιζομένων νόμων. Τότε γὰρ βασιλέως νόμος κρατεῖ, ὅτε ὁ νομοθετῶν βασιλεὺς πρῶτος πληρώσῃ τὸν νόμον. Ὁ γὰρ νομοθετῶν καὶ μὴ πληρῶν καθαιρέτης ἐστὶν, ἢ νομοδότης. Διὰ τὴν προλεχθεῖσαν οὖν εὐταξίαν, ἡ ἐπὶ Αὐγούστου ἀπογραφὴ πρώτη γέγονεν, ὅπως καὶ ἡ τοῦ νόμου λατρεία μετενεχθῇ, καὶ τὸ τῶν Ἰουδαίων φῦλον καταργηθῇ πρὸς τὸ μὴ ἐξεῖναι λοιπὸν τοῖς ἀτάκτοις Ἰουδαίοις αὐτονομίᾳ χρωμένοις φονεύειν τοὺς ἀνευθύνους, ἕπεσθαι δὲ τοῖς νόμοις τῷ τῆς ἀνάγκης ζυγῷ.
Ἀναγκαία τοίνυν ἡ προλεχθεῖσα ἐπὶ Αὐγούστου ἀπογραφή· αὕτη ἡ ἀπογραφὴ τὸ μὲν τῶν Ἰουδαίων ἐταπείνωσε φῦλον, τὸ δὲ τῶν Χριστιανῶν ὑπερύψωσε γένος· μηκέτι τολμώντων Ἰουδαίων δέει τῆς Ῥωμαίων ἀρχῆς τῇ προτέρᾳ κεχρῆσθαι μανίᾳ. Διὸ καὶ μετὰ τὴν ἀπογραφὴν ταύτην, τὸν Κύριον κρατήσαντες, καὶ θανάτῳ παραδοῦναι σπεύδοντες, οὐκ ἐτόλμησαν κατὰ τὸ δοκοῦν αὐτοῖς διαπράξασθαι, καθ' ὁμοιότητα τῶν προφητῶν, οὓς ἀδιακρισίᾳ διεσπάραξαν· ἀλλὰ τῷ Πιλάτῳ προσήνεγκαν, ἄρχοντι Ῥωμαίων, ἐντυχίαν εἰσπραξαμένῳ, δίκας ἀπαιτούμενοι τῶν λεγομένων, συγκατάθεσιν μεθοδευόμενοι. Διὸ καὶ ὁ Πιλᾶτος, ὁ Ῥωμαίων ἄρχων, ὡς εἶδε τοὺς Ἰουδαίους κυνογλωσσοῦντας κατὰ τῆς τοῦ Κυρίου ἀναιρέσεως, καὶ εἰδὼς, ὅτι διὰ φθόνον παρέδωκαν αὐτὸν, ἐπηρώτα τοὺς Ἰουδαίους, φάσκων· Καθὼς ἴστε πάντες σαφῶς, οὐδὲν ἄξιον θανάτου εὑρίσκω ἐν τῷ ἀνθρώπῳ τούτῳ, ὦ Ἰουδαῖοι. Τί τὴν τῶν Ῥωμαίων ἀρχὴν μολύνειν σπεύδετε, ἀκρασίᾳ κρατοῦντες τὸν δίκαιον, καὶ τὸν ἀνεύθυνον ὑπεύθυνον εἶναι θέλοντες; Οὐδὲν ἄξιον θανάτου εὑρίσκω ἐν τῷ ἀνθρώπῳ τούτῳ. Μᾶλλον οὖν ὁ Βαραββᾶς φονευθῇ, ὁ δὲ Χριστὸς ἀπολυθῇ· ὅτι ἐκεῖνος μὲν φονευτὴς καὶ στασιώδης, οὗτος δὲ εὐεργέτης καὶ ζωοδότης· ἐπειδὴ καὶ ταύτην κατ' αὐτοῦ τὴν κατηγορίαν ἠσπάσασθε. Καὶ οὕτως δὲ Ἰουδαίων μὴ συντιθεμένων, ἀλλ' ἐχθρὸν τοῦ Καίσαρος τὸν Πιλᾶτον φημιζόντων, οἵτινες κατὰ πρόσωπον ἔλεγον τῷ Πιλάτῳ, συνηγοροῦντι τῷ Χριστῷ· «Οὐκ εἶ φίλος τοῦ Καίσαρος,» ἐπειδὴ τὸν λέγοντα ἑαυτὸν βασιλέα ζωοποιεῖσθαι θέλεις. Καὶ οὕτως ὁ Πιλᾶτος οὐ συνεχώρησε τοῖς Ἰουδαίοις τῇ οἰκείᾳ γνώμῃ πᾶν ὁτιοῦν διαπράξασθαι. Εἰ γὰρ ἂν συνεχώρησε τοῖς Ἰουδαίοις, οἱ Ἰουδαῖοι λίθοις τὸν Κύριον ἐθανάτωσαν, ἢ ξυλίνῳ πρίονι κατέπρισαν. Τούτου δὲ πραττομένου, ἡμεῖς τὸν σταυρὸν ἐζημιούμεθα· ἐπειδὴ Ῥωμαίων κριτήριον τὸ τοῦ σταυροῦ ξύλον. Διὸ καὶ ὁ Πιλᾶτος ἐπηρώτα τοὺς Ἰουδαίους· «Τί θέλετε ποιήσω Ἰησοῦν, τὸν λεγόμενον Χριστόν;» Οἱ δὲ, τῇ Ῥωμαίων παιδείᾳ θαῤῥοῦντες, ἐβόησαν· «Ἆρον, ἆρον, σταύρωσον αὐτόν·» καὶ εὐθέως ὁ Πιλᾶτος συνένευσεν· ἄνωθεν γὰρ ἐκέκτητο τὸ νεῦμα.
Διὰ ταύτην οὖν τὴν εὐταξίαν ἡ ἐπὶ Αὐγούστου Καίσαρος πρώτη ἀπογραφὴ ἐνομοθετεῖτο· εἰ μὴ γὰρ προενομοθετήθη ἡ ἀπογραφὴ αὕτη, οὐκ ἂν τὸ τοῦ Κυρίου σῶμα τελείᾳ ταφῇ παρεδόθη· ἔμελλον γὰρ παῖδες Ἰουδαίων τῇ ὑπερβαλλούσῃ μανίᾳ ἢ πυρὶ παραδοῦναι τὸ τοῦ Κυρίου σῶμα, ἢ θαλάσσῃ καταποντίζειν. Εἰ γὰρ τὸν φίλον Ἱερεμίαν εἰς λάκκον βορβόρου κατήγαγον· τί ἔμελλον εἰς τὸ τοῦ Κυρίου σῶμα διαπράττεσθαι, εἰ μὴ τὸν Ῥωμαϊκὸν νόμον εἶχον κολαφίζοντα; Διὸ καὶ τῶν Ἰουδαίων μὴ συγχωρουμένων παρὰ τοῦ Πιλάτου δέξασθαι τὸ τοῦ Κυρίου σῶμα, Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, φίλος ὢν τοῦ Πιλάτου, προσελθὼν ᾐτήσατο παρ' αὐτοῦ τὸ τοῦ Κυρίου σῶμα, ἀσύγκριτόν τι προσενέγκας. Ἀναγκαία τοίνυν ἡ ἀπογραφὴ ἡ ἐπὶ Αὐγούστου Καίσαρος· εἰ γὰρ καὶ ὁ μνηστὴρ τῆς Παρθένου, καθὼς ἀρτίως ἤκουες, ἐστύγνασεν, ἀλλ' ὅμως ὁ σύμπας κόσμος ἀρχὴν εὐταξίας ἐδέξατο. Τί ἐστιν, Ὁ μνηστὴρ τῆς Παρθένου ἐστύγνασεν, ἄκουε διὰ βραχέων. Ἡνίκα Ἰωσὴφ ὁ μνηστὴρ τῆς Παρθένου, καθὼς ἀρτίως ἤκουες, διὰ τὴν ἀπογραφὴν τοῦ Αὐγούστου τὴν Βηθλεὲμ κατελάμβανε σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ, οὔσῃ ἐγκύῳ, ἠγνόει ὁ Ἰωσὴφ τὸ ἐν τῇ Παρθένῳ μυσταγωγούμενον· οὐκ ἦν οὐδέπω χρησμὸν ἀγγέλου δεξάμενος. Ἡ δὲ Παρθένος τὸ ἀσφαλὲς ἐκέκτητο, καὶ τῷ λόγῳ καὶ τῷ ὄγκῳ· ὅσον γὰρ τῆς γαστρὸς ἡ αὔξησις ἐγίνετο, τοσοῦτον ἡ Παρθένος ἀμεριμνότερον βίον διέτριβεν· ὁμοῦ καὶ τὴν παρθενίαν ἀμόλυντον φυλάττουσα, καὶ τὸν τόκον ἄσκυλτον ἄγουσα, οὐ τοσοῦτον κοπουμένη, ὅσον κουφιζομένη.
Πρὸς τούτοις ἀγωνιῶν ὁ Ἰωσὴφ, ὡς εἶδεν αὐτὴν κατὰ γαστρὸς ἔχουσαν, τὸν ἔνδοθεν θησαυρὸν ἀγνοῶν, στυγνάσας, κατὰ τὴν ὁδὸν ἀντέβαλλε πρὸς τὴν Παρθένον, λέγων· Τί σοι τὸ δόξαν, Μαρία; Οὐ σὺ εἶ ἡ ὡς αἰδέσιμος Παρθένος ἐν τοῖς ἱεροῖς περιβόλοις ἀνατραφεῖσα; Οὐ σὺ εἶ Μαριὰμ, ἡ πρόσωπον ἀνδρὸς θεωρῆσαι μὴ καταδεχομένη; Οὐ σὺ εἶ Μαριὰμ, ἡ παρὰ πρόθεσιν κατεγγυηθῆναί μοι πεισθεῖσα; Οὐ σὺ εἶ Μαριὰμ, ἡ τὸ τῆς παρθενίας ῥόδον ἀμάραντον φυλάξαι προσευξαμένη; Οὐ σὺ εἶ Μαριὰμ, ἡ τὴν Σωσάνναν ἀγαπήσασα, καὶ τὴν Αἰγυπτίαν μισήσασα; Οὐ σὺ εἶ Μαριὰμ, ἡ τὴν βιασθεῖσαν Θάμαρ ἀναλεγομένη, καὶ τὸν ἄτακτον Ἀμνὸν βδελυττομένη; Ποῦ σου τῆς σωφροσύνης ὁ θάλαμος; Ποῦ σου τῆς ἁγνείας ἡ ἄσπιλος παστάς; Ποῦ σου τὸ αἰδεστικὸν πρόσωπον; Ἐγὼ αἰσχύνομαι, καὶ σὺ παῤῥησιάζεις; Ὅτι σιωπῶ τὴν ἁμαρτίαν σου, οὕτω πλησιέστερον χωρεῖν ἐπείγεσαι; Οὐχ ὁρᾷς τὸν ὄγκον τῆς κοιλίας σου; Ἔνδον τὸ βρέφος σπαίρει, καὶ σὺ ὡς ἀπείραστος πειρασμῶν φαιδρύνῃ; Ἄπιθι, Μαριάμ· ὑπόστρεψον εἰς τὸν οἶκόν σου· ἐπιζήτησον τὸν κλεψίγαμον· ἐκείνῳ ἐναπογράφηθι. Ἀλλοτρίαν ὕβριν οὐ καταδέχομαι· οὐχ εὑρίσκεις ἀπολογίαν πρὸς τὴν τιμωρίαν. Ἡ δὲ Παρθένος πρὸς τὸν Ἰωσήφ· Τί δυσχεραίνεις, μνῆστερ ἐμοῦ; Τί ὡς ἀτάκτου μου καταψηφίζεις; Τί ἐφυβρίστοις ὀφθαλμοῖς τὸν ὄγκον τῆς γαστρός μου περιβλέπεις; Τί ἐρυθριᾷν με καταναγκάζεις; Δόξα τῶν γυναικῶν γέγονα· τῆς προτέρας αὐτὰς αἰσχύνης ἀπέδυσα· τὴν Εὔαν ἀνεκαλεσάμην· τὴν φλογίνην ῥομφαίαν μετέστησα· καὶ σὺ καλύπτεσθαί με παρασκευάζεις; Οὐδεὶς δίκας ἐμὲ δυνήσεται εἰσπράξασθαι· κοινὸν γὰρ Δεσπότην βαστάζω. Ἐὰν ἐγὼ περὶ ἐμαυτῆς μαρτυρήσω, ὡς κενόδοξός τις εὑρεθήσομαι. Μικρὸν καρτέρησον, ὦ Ἰωσὴφ, καὶ ποιμένες σε πείσουσιν· μάγοι σε πληροφορήσουσιν· ἀστήρ σε δυσωπήσει· ἄγγελοί σε κατανύξουσι. Νῦν ἀμφιβάλλεις, μετ' οὐ πολὺ δὲ δοξάσεις, ὅτε τῆς ἐπουρανίου στρατιᾶς ἀκούσεις συμφώνως βοώσης· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Τότε γονυπετήσεις, καὶ οὐ καταζητήσεις. Οὐχ ὁρᾷς τῆς ὁδοῦ τὴν διάβασιν, Ἰωσὴφ, καὶ ὅτι οὐδεὶς ἀνδρῶν συνοδοιπορεῖ ἡμῖν; Οὐχ ὁρᾷς τὸν ἥλιον λαμπροτέραν στολὴν ἀναβαλλόμενον; Οὐχ ὁρᾷς πᾶσαν τὴν κτίσιν σκιρτῶσαν; Οὐχ ὁρᾷς τὰ ὄρη πηδῶντα; Οὐχ ὁρᾷς τοὺς βουνοὺς εὐφραινομένους; Οὐχ ὁρᾷς τὰς ἀφέσεις τῶν ὑδάτων ὑπερβλυζούσας; Οὐχ ὁρᾷς τὸν Ἰορδάνην ἔξω περιτρέχοντα; Ἀπὸ τῶν σημείων στόχασαι τὸ τεκμήριον, καὶ μὴ, ὅτι ἔγκυός εἰμι, δίσταζε, Ἰωσήφ. Ἐδανείσθην, οὐκ ἐμολύνθην· ἔχρησα τὴν κοιλίαν, οὐκ ἐμόλυνα τὴν παρθενίαν. Μὴ ἀπιστήσῃς τοῖς προκειμένοις, ὦ Ἰωσήφ. Ὅτε μαιωθήσομαι, τότε τίς εἰμι γνωρισθήσομαι· νῦν ὀνειδίζομαι, τότε μακαρισθήσομαι· νῦν ὡς αἴτιον ἀπελαύνεις, τότε ὡς ἁγίαν ἐγγὺς εἶναι παρακαλέσεις. Μὴ, ὅτι δοκεῖς φυλάττειν, μεγαλύνου· ἐγὼ γάρ σε φυλάττω· ὁ γὰρ τὴν ἐμὴν κοιλίαν σκηνὴν ποιῆσαι καταδεξάμενος, οὗτος πάσης τῆς φύσεως φύλαξ. Πορευθῶμεν τοίνυν, καὶ ἐναπόγραφοι γενώμεθα, ὅπως πληρωθῇ καὶ ἡ στρατιωτικὴ νομοθεσία, καὶ ἡ βασιλικὴ δογματοθεσία.
 Ἐν τούτοις ὁ Ἰωσὴφ εὐλαβηθεὶς, διττὴν λοιπὸν ὁδὸν ἐβάδιζε· τοῖς μὲν ποσὶ τὴν γῆν ἰχνοποιῶν, τοῖς δὲ λογισμοῖς τὰς νεφέλας ὑπερπηδῶν. Τί γὰρ ἕτερον εἶχεν ὁ Ἰωσὴφ διαπράττεσθαι, ἢ ἄνω τὸν νοῦν σχολάζειν, ἐπειδὴ πᾶσα δόσις ἀγαθὴ ἄνωθέν ἐστι δεδομένη. Διὰ τοῦτο λοιπὸν ὁ Ἰωσὴφ συμπεριεφέρετο τῇ Παρθένῳ, ὁμοῦ καὶ βοηθὸς καὶ σκόπος τῶν μελλόντων γενόμενος· οὐχ ὅτι ἔχρῃζεν βοηθοῦ ἡ Παρθένος, μᾶλλον δὲ ὁ ἐν Παρθένῳ κυοφορούμενος· αὐτὸς γὰρ ὁ πάντων βοηθὸς ἦν καὶ ἔστι, καὶ πρὸς αὐτὸν ἐκέκραγεν ὁ κράζων· «Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ἀλλ' ὅτι ἀναγκαῖον ἦν ὡς πραγματείαν τῆς οἰκονομίας, τοῦ εἶναι τὸν Ἰωσὴφ βοηθὸν, πρὸς τὸ τὴν Παρθένον ὡς ὕπανδρον φημίζεσθαι, πρὸς τὸ λαθεῖν τὸν διάβολον τὸ κατασκευαζόμενον, ὅπως μὴ μάθῃ τὸ γενόμενον· πῶς ὁ Θεὸς μετὰ τῶν ἀνθρώπων συναναστραφῆναι κατεδέξατο. Τί οὖν ὁ εὐαγγελιστὴς Λουκᾶς; Καλὸν γὰρ λοιπὸν συνιδεῖν καὶ τὸν Ἰωσὴφ πληροφορούμενον, καὶ τὸν οἰκίσκον, ἔνθα ἡ Παρθένος ἀπεκύησε, τῆς Ἐκκλησίας τὸν τύπον δεχόμενον· ὅπου θυσιαστήριον μὲν ἡ φάτνη, ἐφημερευτὴς δὲ ὁ Ἰωσὴφ, διάκονοι δὲ οἱ ποιμένες, ἱερεῖς οἱ ἄγγελοι, ἀρχιερεὺς ὁ Κύριος, θρόνος ἡ Παρθένος, κρατῆρες οἱ μαζοὶ, ἀναβόλαιον ἡ ἐνανθρώπησις, ῥιπιστῆρες τὰ χερουβὶμ, δίσκος τὸ ἅγιον Πνεῦμα, ὁ Πατὴρ δισκοκάλυμμα. Ὅτι δὲ τῆς Ἐκκλησίας τύπον προσεχάραξεν ὁ τόπος, ἔνθα ἡ Παρθένος ἀπεκύησε τὸν Κύριον, ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· «Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, ὅτι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.»
Ὢ τῶν παραδόξων πραγμάτων! βαβαὶ, πῶς μικρὰ τὰ ῥήματα, καὶ μεγάλα τὰ μυσταγωγήματα! «Ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν.» Ὢ τῶν παραδόξων πραγμάτων, ὁ τῶν χρόνων ποιητὴς ὡρισμένον χρόνον περιέμενεν! Ὁ ὁροθέτης τῶν χρόνων προθεσμίαν μηνῶν ἀνέμενεν, ἵνα μηδεὶς φαντασίαν ἢ δόκησιν νομίσῃ. «Ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ.» Βλέπε τὴν μυστικὴν ἀποκύησιν τῆς Παρθένου· αὕτη ἔτεκεν, αὕτη ἐσπαργάνωσεν. Ἐπὶ τῶν κοσμικῶν γυναικῶν ἄλλη τίκτει, καὶ ἄλλη σπαργανοῖ· ἐπὶ δὲ τῆς Παρθένου οὐχ οὕτως· αὕτη ἔτεκεν, καὶ αὕτη ἐσπαργάνωσεν· καὶ αὕτη ἄκοπος μήτηρ καὶ ἀδίδακτος μαῖα, οὐ συνεχώρησεν ἀνάγνοις χερσὶν ἅψασθαί τινα τοῦ ἀχράντου τόκου· αὕτη διὰ ἑαυτῆς τὸν ἐξ αὐτῆς, πρὸ αὐτῆς καὶ ὑπὲρ αὐτῆς ἐθεράπευσεν· «Καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.»  Εἶδες, ὦ φίλε, πῶς τῆς Ἐκκλησίας τὸν τύπον προανεζωγράφησε τὸ εὐτελὲς καταγώγιον, ἔνθα ἡ Παρθένος ἔτεκεν, ἡ ἅπαξ κυοφορήσασα, καὶ δεύτερον μὴ γεννήσασα, καὶ ὕβρεως ἔμφασιν μὴ ὑπομείνασα· εἰ καί τινες μανέντες, διὰ τὸ ἀκοῦσαι αὐτοὺς λέγοντος τοῦ εὐαγγελιστοῦ Λουκᾶ· «Καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον,» καὶ δευτέραν σύλληψιν τῆς Παρθένου ἐδογμάτισαν, τὴν ἀφθαρσίαν εἰς φθορὰν μεταβάλλοντες· φάσκοντες ἐν τοῖς οἰκείοις δόγμασιν· Οὐκ ἂν λεχθείη πρωτότοκος, δευτέρου μὴ παρακολουθήσαντος. Οὐ μόνον δὲ οἱ ἐξ ἐναντίας τὸν Λουκᾶν τῆς οἰκείας ἀβελτηρίας προβάλλονται μάρτυρα, ἀλλὰ καὶ τὸν εὐαγγελιστὴν Ματθαῖον τὰ αὐτὰ μηνύοντα, καὶ ἔτι σαφέστερον παρεγγυῶντα· ὅθεν καὶ τὰς ἐκείνου λέξεις φανεροποιοῦσιν οἱ ἄθεοι, ἐν τοῖς ἑαυτῶν συγγράμμασι λέγοντες ἅπερ Ἰωσὴφ ἐν ὀπτασίᾳ δεξάμενος ἀναγέγραπται, τοῦ εὐαγγελιστοῦ Ματθαίου λέγοντος· «Ὤφθη δὲ ἄγγελος Κυρίου κατ' ὄναρ τῷ Ἰωσὴφ, λέγων· Ἰωσὴφ υἱὸς Δαβὶδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν ἁγίου. Ἀναστὰς δὲ, φησὶν, Ἰωσὴφ, παρέλαβε Μαριὰμ τὴν γυναῖκα αὐτοῦ, καὶ ἐπορεύθησαν εἰς Αἴγυπτον· καὶ οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὐ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον.» Ὁμοίως καὶ ταύτας τὰς λέξεις οἱ ἐξ ἐναντίας παρεγγυῶνται, ἐκ δευτέρου τὴν ἔνδοξον Παρθένον κυοφορῆσαι δογματίζοντες. Ἀλλ' ἄπαγε τῆς ἀτοπίας! ἀκηλίδωτον ἔμεινε πάντως τὸ παρθενικὸν καὶ ἔνδοξον κειμήλιον· οὐκ ἐμολύνθη ὁ δεύτερος οὐρανός· οὐκ ἠχρειώθη τὸ τοῦ Ὑψίστου θεοχώρητον σκεῦος. Πρωτότοκος ὁ Κύριος ἤκουσεν ἐκ τῆς Παρθένου· καὶ καλῶς ἤκουσεν· οὐχ ὅτι δεύτερόν τινα ὁμοιογενῆ προσεκαλέσατο· ἀλλ' ὅτι πρωτότοκος ὑπῆρχε, τουτέστιν ἀσύγκριτος. Οὐδὲ γὰρ, διὰ τὸ εἰπεῖν τὸν μακάριον Παῦλον περὶ τῆς τοῦ Κυρίου ἐκ τοῦ Πατρὸς ἀνάρχου γεννήσεως, ὅς ἐστι πρωτότοκος πάσης κτίσεως, ἤδη καὶ ἀδελφὸν τοῦ Κυρίου φυσικὸν συνέγραψεν· οὐδ' αὖ πάλιν ὁ αὐτὸς Παῦλος, τὸν αὐτὸν Κύριον πρωτότοκον ἐκ τῶν νεκρῶν καλέσας, ἤδη καὶ ὅμοιον τοῦ Κυρίου παρεισήγαγε, παραπλησίως τὸν ᾅδην πατήσαντα. Διὸ ἄκουε συνετῶς, καὶ πίστευε θεοφιλῶς. Πρωτότοκος ὁ Κύριος ἐκ τῶν νεκρῶν, καὶ ἐκ τοῦ Πατρὸς καὶ ἐκ τῆς Παρθένου, ἵνα διὰ πάντων γνωσθῇ τὸ μοναδικὸν τῆς υἱότητος ἀξίωμα. Ἀσύγκριτος δὲ ὁ δεσποτικὸς τόκος· ὅπου γὰρ ἡ Μήτηρ Παρθένος, πῶς τόκος ἑρμηνευόμενος; Ὁμοίως καὶ τὸ εἰπεῖν τὸν εὐαγγελιστὴν Ματθαῖον περὶ τοῦ Ἰωσὴφ, ὅτι «Οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον·» οὐκ ἐγίνωσκεν γὰρ αὐτὴν ἀληθῶς, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον. Ἕως οὗ ἡ Παρθένος ἐκυοφόρει, οὐκ ἐγνώριζεν αὐτὴν ὁ Ἰωσήφ· οὐκ ᾔδει, τί τὸ ἐν αὐτῇ· οὐκ ᾔδει, τί τὸ πραγματευόμενον· οὐκ ᾔδει, τί τὸ κατασκευαζόμενον· μόνον γὰρ ἔτεκε, καὶ τότε ἐγνώρισε· τότε ἔγνω ὁ Ἰωσὴφ τίς ἦν ἡ δύναμις τῆς Παρθένου, καὶ τί γενέσθαι κατηξιώθη· τότε ἔγνω, ὅτι μαζὸν ἐπέδωκε, καὶ φλεβοσυλίαν οὐχ ὑπέμεινε· τότε ἔγνω, ὅτι ἐξελόχευσε, καὶ τὰ τῶν λοχῶν οὐ κατενόησε· τότε ἔγνω, ὅτι θηλὺν παρεῖχεν ἡ ἀκρότομος πέτρα τῇ νοητῇ πέτρᾳ· τότε ἔγνω ὁ Ἰωσὴφ, ὅτι περὶ αὐτῆς ἔγραψεν Ἡσαΐας· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει.» Διὰ τὸ ἀσύγκριτον τοιγαροῦν πρωτότοκος ὁ Ἰησοῦς. Εἰ δὲ δεῖ ἐπαληθεῦσαι τῷ λόγῳ, ὁ αὐτὸς Κύριος καὶ Μονογενὴς ἐκ Πατρός· μόνος γὰρ ἐκ μόνου ἀνάρχως γεγέννηται· ὁ αὐτὸς Κύριος καὶ Μονογενὴς καὶ πρωτότοκος· Μονογενὴς ἐκ τοῦ Πατρὸς, Μονογενὴς ἐκ τῆς μητρὸς, διὰ τὸν ὅρον τῆς οἰκονομίας. Ἔχει γὰρ πολλοὺς ἀδελφοὺς, οὐ φύσει, ἀλλὰ χάριτι, καὶ ἐν τῇ Παρθένῳ καὶ ἐν τῷ Πατρί. Ὁμοίως καὶ ἐν τῇ ἀναστάσει ἔχει ἀδελφοὺς ὁ Κύριος· καὶ τίνες οὗτοι; Πρὸ πάντων οἱ ἅγιοι ἀπόστολοι, πρὸς οὓς Κύριος ἔφη· «Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν·» πρὸς οὓς Κύριος ἔφη· «Ὑμεῖς δὲ, προσευχόμενοι, λέγετε· Πάτερ ἡμῶν ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου,» ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.-

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου