Παρασκευή, 14 Αυγούστου 2015

Ἡ Κοίμησις τῆς Θεοτόκου

                               Τά Ἐγκώμια τῆς Παναγίας
Στήν Πάτμο, τήν παραμονή τῆς Κοιμήσεως τῆς Παναγίας, μετά την Θεία Λειτουργία στόν  Δημοτικό Ἱερό Ναό τῆς Μεγάλης Παναγίας, γίνεται ἡ Περιφορά τοῦ Ἐπιταφίου τῆς Παναγίας.
Σέ κάθε μιά ἀπό τίς τρείς πλατείες τῆς Χώρας, ψάλλονται τά Ἐγκώμια τῆς Παναγίας, ἀνά μία Στάση. Στήν τελευταία πλατεία (τοῦ Ξάνθου), στήν τρίτη Στάση τῶν Ἐγκωμίων  προστίθενται τά κατωτέρω Εὐλογητήρια καί τό "Πατμιακό" Δοξαστικό: "Σέ τόν ἀναβαλόμενον...῾
                                 ΕΥΛΟΓΗΤΑΡΙΑ

Εὐλογητή εἰ Δέσποινα, σκέπε, φρούρει τούς εἰς σέ ὑμνολογούντας
1. Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθεῖσαν, τῆν Σωτῆρα τῶν βροτῶν, Μαριάμ τετοκυῖαν, τόν σύν ἑαυτῷ τόν Ἀδάμ ἐγείραντα, καί ἐξ’ Ἄδου πάντας ἐλευθερώσαντα.

Εὐλογητή Πάναγνε, τήρει πάντας ἡμᾶς ἀκατακρίτους.
2. Τί θρηνεῖτε συμπαθῶς, ὠ γύναια, ἐπ’ ἐμοί θνήσκειν μελλούσῃ, ἡ Παρθένος τερπομένη ἔλεγε, πρός τάς γείτονας θρηνολογούσαις. παύσασθε ὑμεῖς τοῦ θρήνου καί ἤσθητε, καί θανοῦσα γάρ ὑμῶν οὐκ ἀφίσταμαι.

Εὐλογητή εἰ Ἄχραντε, σῶζε πάντας ἡμᾶς ἀναμαρτήτους.
3. Λίαν ταχύ, πρός σέ Κόρη ἔδραμον, οἱ Ἁπόστολοι θρηνολογοῦντες. μεταστῆναι πρός τά ἄνω μέλλουσαν καί είπον, θρήνου νῦν καιρός, τό πάθος πῶς οἴσομεν, ὀρφανίας τῆς σῆς, ὤ Παναμώμητε;

Εὐλογητή εἰ Πάνσεμνε, δίδου πᾶσιν ἡμῖν τήν σωτηρίαν.
4. Μυροφόρων Παρθένε, τάξιν ἀναλαβόντες, πρός τό μνὴμα σου ὕμνους εξοδίους προσκομίζομεν, ἀνυμνοῦντες σε Κόρη, τήν μετά νεκρῶν λογισθεῖσαν ὡς ἄνθρωπον, ὡς Θεοῦ δέ μεταστᾶσαν γεννήτριαν.

Δόξα
5. Προσκυνοῦμεν Πατέρα καί τόν τούτου Υἱόν τε, καί τό Ἅγιον Πνεῦμα, τήν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σύν τοῖς Σεραφείμ, κράζοντες τό Ἅγιος, Ἅγιος, Ἅγιος εἰ Κύριε.

Καί νῦν.
6. Ζωοδότην τεκοῦσα, ἁμαρτίας Παρθένε, τόν Ἀδάμ ἐλυτρώσω, χαρμονήν δέ τῇ Εὔᾳ, ἀντί λύπης παρέσχες, ρεύσαντα ζωῆς ἴθυνε πρός ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεός καί ἄνθρωπος.

7. Ἀλληλούια, Ἀλληλούια, Ἀλληλούια Δόξα σοι ὁ Θεός. (τρίς)

Δόξα ...., καί νῦν..., Ἦχος πλ. Α΄,
Σέ τόν ἀναβαλλόμενον τό φῶς ὥσπερ ἱμάτιον, Υἱόν Θεοῦ τήν κυήσασαν, τό στῖφος τῶν μαθητῶν Aὐτοῦ, θεωρῆσαν νεκράν καθηπλωμένην ἐκ σκότους ἐμπλέῳ μνήματι, εὐσυμπάθητον θρῆνον ἀναλαβόν ὀδυρόμενον ἔλεγεν: Οἴμοι, γλυκυτάτῃ Μαριάμ!  ἥν πρό μικροῦ ἐγώ εἶχον παρηγορίαν καί ᾠόμην βλέπον σε τόν ἑμαυτοῦ Διδάσκαλον θεᾶσθαι. λλ᾿ ἰδού νῦν βλέπων σε ὑπελθοῦσαν  θάνατον τῷ τῆς φύσεως λόγῳ. ! πῶς σέ κηδεύσω Παρθένε! ἤ πῶς συνδόσιν  εἰλήσω; ποίαις χερσί δέ προσψαύσω τό σόν ἀκήρατον Σῶμα; ἤ ποῖα ἄσματα μέλψω σοῦ τῇ ἐξόδῳ Παρθένε; πῶς δέ ὑποίσω Κυρία, σοῦ τήν δεινήν ἀπουσίαν; ἤ πῶς ἀπόνως βαστάσω  τήν πάνδεινον ὀρφανίαν; ἐπαπορῶ Μακαρία Θεοκυῆτορ Μαρία, καί ἐν ὀδύνῳ καρδίᾳ, ὑφαίνω τήν ὑμνωδίαν.
        Καί μεγαλύνω σε Δέσποινα!  (γ΄)
        μνολογῶ τήν Σύλληψίν σου, γεραίρω σου τήν θείαν Γένναν, τιμῶ τήν Εἴσοδόν σου Κόρη, ἐκθειάζω δέ τήν Κοίμησίν σου, καί τήν Παναγίαν Ταφήν σου, σύν τῇ μεταστάσει κραυγάζων· Κυρία, δόξα σοι!
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου